Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Epistula ad Jovianum

Epistula ad Jovianum

Einleitung

Der Brief an den Kaiser wurde von Athanasius während seines Aufenhaltes in Antiochien (zwischen Mitte September 363 und Ende Januar 364, vgl. hist.Ath. 4,4), eventuell auf Anfrage des Kaisers (1,2), nach seiner Restitution (vgl. unten die einleitende Anmerkung zu Iov., ep.Ath.) verfaßt. Dabei muß offen bleiben, ob der Kaiser, der auf seinem Weg nach Konstantinopel am 12.11.363 in Mopsuestia (CTh XI 20,1) nachgewiesen ist, zu diesem Zeitpunkt noch in Antiochien anwesend war. Der Brief könnte im Zusammenhang mit der Meletianer‑Synode (Sokr., h.e. III 25,6‑18; Soz., h.e. VI 4,6‑10) stehen, auf der unter Umständen auch Athanasius anwesend war (vgl. die Hinweise über die miß­lungenen Versuche, die Kirchengemeinschaft zwischen Athanasius und Meletius herzustellen, bei Bas., ep. 89,2; 258,3). Der Brief wird erwähnt in einem Brief des Apolinaris an Basilius von Caesarea (Bas., ep. 364).

Vgl. auch Stockhausen, Annette von. „Athanasius in Antiochien“. Zeitschrift für antikes Christentum 10 (2006): 86–102

Text

Τοῦ αὐτοῦ πρὸς Ἰοβιανὸν περὶ πίστεως

Τῷ εὐσεβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικητῇ Αὐγούστῳ ᾽Ιοβιανῷ ᾽Αθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαίδος καὶ Λιβυῶν ἐπισκόπων.

1 Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἕξεις ἐν χειρὶ θεοῦ καὶ τὴν βασιλείαν μετ' εἰρή­νης πολλαῖς ἐτῶν περιόδοις διατελέσεις. θελησάσης τοίνυν τῆς σῆς εὐσεβεί­ας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο­λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν. ταύτην γὰρ ἀθετή­σαντές τινες ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ ἀρειανῇ αἱρέσει, αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ ἐκκλησίᾳ. ἡ μὲν γὰρ ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν κύριον ἡμῶν ᾽Ιησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκεν ἐκ τῶν θείων γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη: ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτύρησαν καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν κυρίῳ. ἔμεινεν δ' ἂν ἡ πίστις διὰ παντὸς ἀβλαβής, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παρα­ποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ' αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν φάσκοντες ›ἐξ οὐκ ὄντων‹ καὶ ›κτίσμα‹ καὶ ›ποίημα‹ καὶ ›τρεπτὸν‹ εἶναι τὸν υἱὸν τοῦ θεοῦ. πολλοὺς τε ἐν τούτοις ἠπάτησαν, ὥστε καὶ »τοὺς δοκοῦντας εἶναί τι« συναπαχθῆναι αὐτῶν τῇ βλασφημ­ίᾳ. καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ τὴν μὲν ἀρειανῶν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθ­ολικῆς ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυτ­τομένης ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη τε καὶ κηρυττομένη· ἀλλ' ἐπειδὴ νῦν τὴν ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοί τινες μὲν αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχημα­τίζον­ται μὲν ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται παρερμηνεύοντες τὸ ὁμοού­σιον καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐτὸ καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαντες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γινομένην κατὰ τῶν λαῶν ἐπιδοῦναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεο­σέβεια, μεθ' ὅσης ἀκριβείας γέγραπται καὶ ὅσον πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες.

2 Γίνωσκε γάρ, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μὲν ἐξ αἰῶνός ἐστι κηρυττομέ­νη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόντες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας καὶ τῆς Ἰταλίας πάσης καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακεδονίας καὶ πάσης Ἑλλάδος καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν καὶ αἱ κατὰ πᾶσαν ‹τὴν› Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη καὶ αἱ κατὰ τὴν ἀνατολὴν ἐκκλησίαι παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην καὶ γράμματα ἔχομεν. καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγουστε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ. πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς ἀρειανῆς αἱρέσεως φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν καίτοι γινώσ­κουσαν ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων ἐπισκόπων ὑποτάξαι.

3 Ἔστι μὲν οὖν ἡ παρὰ τῶν πατέρων ὁμολογηθεῖσα πίστις ἐν Νικαίᾳ αὕτη·

»Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρα­νῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ›ἦν ποτε ὅτε οὐκ ἦν‹ καὶ ›πρὶν γεννηθῆναι οὐκ ἦν‹ καὶ ὅτι ›ἐξ οὐκ ὄντων ἐγένετο‹ ἢ ›ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας‹ φάσκοντας εἶναι ἢ ›κτιστὸν‹ ἢ ›τρεπτὸν‹ ἢ ›ἀλλοιωτὸν‹ τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.«

4 Ταύτῃ τῇ πίστει, θεοσεβέστατε Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ πεποιήκασιν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ›ἐξ οὐκ ὄντων‹ τὸν υἱὸν τοῦ θεοῦ λέγοντες καὶ ὅτι ›ἦν ποτε ὅτε οὐκ ἦν‹ καὶ ›κτιστὸς‹ καὶ ›ποιητὸς‹ καὶ ›τρεπτός‹ ἐστι. διὰ τοῦτο γάρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεῷ, ἀλλ' ἐκ θεοῦ θεὸς ἀληθι­νὸς πιστεύ­ηται, ἀλλ' ὁμοούσιος ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ ἐξ ἀληθι­νοῦ καὶ φύσει πατρός. ἀλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα. ‹…›

Rechtliches

Epistula ad Jovianum (Lesetext) von H.C. Brennecke/U. Heil/A. v. Stockhausen steht unter einer Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz.
Beruht auf einem Inhalt unter http://www.degruyter.com/view/product/61514.

zurück

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap Datenschutz Barrierefreiheit