Athanasius Werke | Arbeitsstelle Erlangen

Tomus ad Antiochenos

Tomus ad Antiochenos

Einleitung

Nach dem Tod Constantius’ II. am 3.11.361 übernahm Julian die Herrschaft auch über den Osten und hob die unter Constantius erlassenen Verbannungsedikte auf. Das Edikt für Ägypten ist für den 9.2.362 bezeugt (hist.Ath. 3,2f.). Am 21.2.362 kehrte Athanasius nach Alexandrien zurück (hist.Ath. 3,3). Die in die Thebais verbannten Bischöfe Eusebius von Vercelli, Lucifer von Calaris und Asterius von Petra (Ruf., h.e. X 28f.; Socr., h.e. III 5; Soz., h.e. V 12,1. Thdt., h.e. III 4,2, zählt fälschlicherweise auch Hilarius von Poitiers unter die Verbannten) trafen sich vor ihrer Abreise, um die neue politische Situation für eine Reorganisation der Kirche auf der Basis der Beschlüsse von Nizäa mit dem Ziel zu nutzen, die Entscheidungen der Synoden von Rimini/Konstantinopel aufzuheben. Lucifer reiste anschließend direkt nach Antiochien, wo er in die antiochenischen Auseinandersetzungen um die Einheit der Kirche eingriff, indem er Paulinus, den Leiter der eustathianischen (altnizänischen) Gemeinde, zum Bischof ordinierte (Ruf., h.e. X 28;31; Socr., h.e. III 6; Soz., h.e. V 12,2; Thdt., h.e. III 5,1). Dabei bleibt unklar, ob Paulinus nicht bereits vorher als Bischof amtierte, da er zur alexandrinischen Synode zwei Diakone als seine Vertreter sandte (tom. 9,3). Asterius und Eusebius reisten nach Alexandrien und nahmen dort (wohl noch im Frühjahr, vgl. ep.Ruf., Joannou, Fonti II, 77,25–78,3) an einer ägyptischen Synode teil (Ruf., h.e. X 29f.; Socr., h.e. III 7; Soz., h.e. V 12,3f.; Hier., c.Lucif. 20), bei der auch zwei Diakone des Lucifer, zwei Diakone des Paulinus und Mönche des Apollinaris anwesend waren (tom. 9,3); außerdem ist von der Teilnahme meletianischer Gesandter auszugehen (tom. 5f.). Auf der Synode ging es zunächst um die Behandlung der sogenannten lapsi, d.h. derer, die den Beschlüssen der Synoden von Rimini/Konstantinopel zugestimmt hatten (ep.Ruf.; Ruf., h.e. X 29; Hier., c.Lucif. 20), und um die Durchsetzung des Nizänums (tom. und der eventuell in der ps.‑ath. ep.cath., M. Tetz, Ein enzyklisches Schreiben der Synode von Alexandrien (362), 216‑218, vorliegende Synodalbrief), wobei eine Weiterentwicklung der theologischen Debatte hinsichtlich der Pneumatologie und der Inkarnationslehre zu erkennen ist. Nach der Abreise eines Teiles der Teilnehmer (tom. 9,1) wurde schließlich der Versuch unternommen, bei der theologischen Annäherung der beiden antiochenischen Gemeinden der Meletianer und der Eustathianer zu vermitteln (tom. 1,1). Der sog. Tomus ad Antiochenos (zuerst bezeugt durch Petrus von Alexandrien bei Facundus von Hermiane, pro defensione XI 2,3) ist ein Brief des Athanasius im Namen der Synode an die den Eustathianern nahestehenden Bischöfe Lucifer von Calaris (vgl. fug. 4,2; h.Ar. 33,6; 76,3), Cymatius von Paltus (vgl. fug. 3,3; h.Ar. 5,2), Anatolius von Euböa (sonst nicht bekannt), sowie an Eusebius von Vercelli (vgl. fug. 4,2; h.Ar. 33,6; 76,3) und Asterius von Petra (sonst nicht bekannt), die als Teilnehmer der Synode zugleich Absender und Überbringer des Briefes waren. Der Brief ist indirekt auch an die Eustathianer gerichtet (vgl. tom. 9,2); ein vergleichbarer Brief an die Meletianer ist nach tom. 1,1 vermutlich vorauszusetzen. In dem Socr., h.e. III 25,10‑18; Soz., h.e. VI 4,7‑10 überlieferten Brief einer meletianischen Synode des Jahres 363 (vgl. unten S. 352) liegt die theologische Antwort auf die Vermittlungsbemühungen vor. Trotz der theologischen Annäherung kam es aber zu keiner kirchlichen Gemeinschaft in Antiochien. Nach den Kirchenhistorikern des 5. Jh.s war das Scheitern in erster Linie dem eigenmächtigen Handeln des Lucifer zuzuschreiben, das auch die Abreise des Eusebius zur Folge hatte (Ruf., h.e. X 31; Socr., h.e. III 9; Soz., h.e. V 13,2; Thdt., h.e. III 5,3). Ein Zeugnis des Scheiterns ist auch die ps.‑ath., in der Gemeinde des Paulinus zu verortende Refutatio hypocriseos Meletii et Eusebii (PG 28,85‑88). Zu Athanasius' persönlichen Bemühungen, die Kirchengemeinschaft während der Herrschaft Jovians doch noch herzustellen, vgl. die einleitende Anm. zu ep.Iov.

Text

Ὁ πρὸς ᾽Αντιοχεῖς τόμος ᾽Αθανασίου ἀρχιεπισκόπου ᾽Αλεξανδρείας

Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστε­ρίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπό τε Ἰταλίας καὶ Ἀραβίας, Αἰγύπτου τε καὶ Λιβύης Εὐσέβιος, Ἀστέ­ριος, Γάϊος, Ἀγαθός, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακόντιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μηνᾶς, Γεώρ­γιος, Λούκιος, Μακάριος καὶ οἱ λοιποὶ ἐν Χριστῷ πλεῖστα χαίρειν.

1 Πεπείσμεθα μέν, ὅτι λειτουργοὶ θεοῦ καὶ οἰκονόμοι καλοὶ τυγχάνοντες ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ' ἡμῶν νῦν εἰρηνεύειν βούλον­ται, πολλοὶ δὲ καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες ἀντιποιοῦν­ται τῆς πρὸς ἡμᾶς κοινωνίας, ἀναγκαῖον ἡγησάμεθα ταῦτα, ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι καὶ αὐτοί, ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουργοί, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καί, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ' ἡμῶν καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας, ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· »εἷς κύριος μία πίστις«. τί γὰρ οὕτω »καλὸν« ὡς εἶπεν ὁ ὑμνῳδὸς ἢ τί »τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελ­φοὺς ἐπὶ τὸ αὐτό«; οἶκος δὲ ἡμῶν ἡ ἐκκλησία καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν κύριον μεθ' ἡμῶν κατοικήσειν λέγοντα· »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« καὶ »ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν«. »ὧδε« δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται;

2 ᾽Εβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπη­τοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν' ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα διάθεσιν καὶ κοινῇ τῆς τοιαύτης ἀπο­λαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δέ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστο­λαῖς ἐδηλώσαμεν καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς, ἐλυπήθημεν μέν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ' ἡμῶν πρὸς ὑμᾶς. καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι καίτοι δυνάμενοι σπεύδειν εἰς τὰς παροι­κίας ἑαυτῶν προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκά γε τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. συνθεμένων γοῦν αὐτῶν παρεμυθησάμεθα ἑαυτούς, ὅτι αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν.

3 Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους καὶ τοὺς ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσα­σθε πρὸς ἑαυτοὺς καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέ­ξασθε καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον μηδὲν πλέον ἀπαιτήσητε παρ' αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν Ἀρειανὴν αἵρεσιν, ὁμολο­γεῖν δὲ τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾶν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν τὸ μὴ διαιρεῖν τὴν ἁγίαν τριάδα καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶν­τες δὲ κατὰ τοῦ ἁγίου πνεύματος δυσφημεῖν οὐδὲν πλέον ποιοῦσιν ἢ τὴν ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. ἀνα­θεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια καὶ Οὐαλεντίνου καὶ Βασιλείδου ἡ μανία καὶ τῶν Μανι­χαίων ἡ παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται καὶ μόνη τῆς καθολικῆς ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθή­σεται.

4 ῞Οτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ' ἡμῶν τὴν κοινωνί­αν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔτε ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι πᾶσι μέν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ ἤδη τὸν κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων, παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν καὶ μηδὲν πλέον τούτων, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ' ὑμῶν μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μηδὲ πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.

5 Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πίστεως κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. ἠξίωσαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κα­τὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως καὶ ἐπεχείρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε καὶ ὥρισε μηδὲν ἔτι περὶ πί­στεως γράφεσθαι, ἀλλ' ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεί­σῃ πίστει διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι καὶ ὅτι μὴ δεῖ δευτέ­ραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. ὅθεν κἂν τοῦτό τις ἢ ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους καὶ μᾶλλον εἰρηνεύ­ειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις διὰ τὸ ἀγρά­φους καὶ ὑπ­όπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας, ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικί­αν, μὴ ἆρα, ὡς οἱ Ἀρειομανῖται λέγουσιν, ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριο­ουσίους τε ἀλλήλων καὶ ἑκάστην καθ' ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι, ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκός, οὕτω καὶ αὐτοὶ λέγουσιν, ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω φρονοῦν­τες τρεῖς ὑποστάσεις λέγουσι καὶ διεβεβαιώσαντο μήτε λέγειν μήτε πεφρονηκέναι ποτὲ οὕ­τως. ἐρω­τώντων δὲ ἡμῶν αὐτούς »πῶς οὖν ταῦτα λέγετε ἢ διὰ τί δὲ ὅλως τοι­αύταις χρῆσθε λέξεσιν« ἀπεκρίναντο »διὰ τὸ εἰς ἁγίαν τριάδα πιστεύειν οὐκ ὀνό­ματι τριάδα μόνον, ἀλλ′ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα καὶ υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα καὶ πνεῦμα ἅγιον ἀληθῶς ὑφεστη­κὸς καὶ ὑπάρχον, οἴδαμεν μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς μήτε ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων ἢ φρονούντων, ἀλλ' εἰδέναι ἁγί­αν μὲν τριάδα μίαν δὲ θεότητα καὶ μίαν ἀρχὴν καὶ υἱὸν μὲν ὁμοούσιον τῷ πατρί, ὡς εἶπον οἱ πατέρες, τὸ δὲ ἅγιον πνεῦμα οὐ κτίσμα οὐδὲ ξένον, ἀλλ′ ἴδιον καὶ ἀδιαίρε­τον τῆς οὐσίας τοῦ υἱοῦ καὶ τοῦ πατρός.«

6 ᾽Αποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων καὶ τὴν ἀπολογίαν ἀνεκρί­ναμεν καὶ τοὺς αἰτιαθέντας παρὰ τούτων ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἆρα, ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἢ ὡς ἀνουσίου ὄντος τοῦ υἱοῦ ἢ ἀνυποστάτου τοῦ ἁγίου πνεύματος. οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν μήτε οὕτω πεφρονηκέναι ποτέ, ἀλλ' »ὑπόστασιν μὲν λέγομεν ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν, μίαν δὲ φρονοῦμεν διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ διὰ τὴν ταυ­τότητα τῆς φύσεως· μίαν γὰρ θεότητα καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύ­ομεν καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ πατρός, ξένην δὲ τούτου τὴν τοῦ υἱοῦ καὶ τὴν τοῦ ἁγίου πνεύματος.« ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετί­θεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων, ὥσπερ ἡρμήνευ­σαν, καὶ ὡμολόγουν καὶ ἀνεθεματίζετο παρὰ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς χριστομάχος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς καὶ Οὐαλεν­τῖνος μὲν καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ θεοῦ χάριτι καὶ μετὰ τὰς τοιαύτας ἑρμηνεί­ας ὁμῶς συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν καὶ τοῦ λοιποῦ τοῖς ταύ­της ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν.

7 Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκεί­νους καὶ ἅπερ ὡμολόγουν οὗτοι συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφή­τας »ἐγένετο ὁ λόγος κυρίου«, οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν »ἐπὶ συν­τελείᾳ τῶν αἰώνων«, ἀλλ′ αὐτὸς »ὁ λόγος σὰρξ ἐγένετο« καὶ »ἐν μορφῇ θεοῦ ὑπ­άρχων ἔλαβε δούλου μορφὴν« ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγέννηται ἄν­θρωπος δι' ἡμᾶς καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθε­ρούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὑτῷ καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν εἰσάγε­ται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυ­χον οὐδὲ ἀναίσθητον οὐδὲ ἀνόητον εἶχεν ὁ σωτήρ. οὐδὲ γὰρ οἷόν τε ἦν τοῦ κυρίου δι' ἡμᾶς ἀνθρώπου γενομένου ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ λόγῳ σωτηρία γέγονεν· υἱός τε ὢν ἀληθῶς τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου καὶ μονογενὴς ὢν υἱὸς τοῦ θεοῦ γέγονεν ὁ αὐτὸς καὶ »πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς«. διὸ οὔτε ἕτερος μὲν ἦν ὁ πρὸ Ἀβραὰμ υἱὸς τοῦ θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ, οὐδὲ ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγεί­ρας, ἕτερος δὲ ὁ πυνθανόμενος περὶ αὐτοῦ, ἀλλ′ ὁ αὐτὸς ἦν ἀνθρω­πίνως μὲν λέγων »ποῦ Λάζαρος κεῖται;«, θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματι­κῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς υἱὸς τοῦ θεοῦ ἀνοίγων τοὺς ὀφθαλ­μοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα καὶ ἀνεγείρων τοὺς νεκρούς. ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ εὐαγγελίῳ οὕτω νοοῦντες τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐν­ανθρωπή­σεως τοῦ λόγου διεβεβαιώσαντο.

8 Τούτων τοίνυν οὕτως ὁμολογηθέντων παρακαλοῦμεν ὑμᾶς: τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ διερμηνεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατακρίνετε μηδὲ προπετῶς ἀποβάλλετε, ἀλλὰ μᾶλλον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνεσθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέπετε ὡς ὑπόπτους τῷ φρονήματι. τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμηνεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνακρίνειν μηδὲ »λογομαχεῖν ἐπ' οὐδὲν χρήσιμον« μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονήματι τῆς εὐσεβείας συμφωνεῖν. οἱ γὰρ μὴ οὕτως διανοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις φιλονεικοῦν­τες καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα <γράφειν> ζητοῦντες οὐδὲν ἕτερον ποιοῦσιν ἢ »ποτίζουσιν ἀνατροπὴν θολερὰν τὸν πλησίον« ὡς φθονοῦντες τῇ εἰρήνῃ καὶ ἀγα­πῶντες τὰ σχίσματα. ἀλλ′ ὑμεῖς, ὦ ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι καὶ οἰ­κονόμοι τοῦ κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενίζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προκρίνετε τὴν τοιαύτην εἰρήνην. οὔσης ὑγιαινούσης πίστεως ἴσως ὁ κύριος ἐλεήσει ἡμᾶς καὶ συνάψει τὰ διῃρημένα καὶ γενομένης μιᾶς ποίμνης πάλιν πάντες ἕνα ἔχομεν καθηγεμόνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

9 Ταῦτα ἡμεῖς μέν, εἰ καὶ μηδὲν πλέον ἔδει ζητεῖν τῆς ἐν Νικαίᾳ συνόδου μηδὲ ἀνέ­χεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην καὶ ἕνεκα τοῦ μὴ ἀποβαλεῖν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν καὶ ἅπερ ὡμολόγησαν συντόμως ὑπηγορεύσαμεν οἱ περιλειφθέντες ἐν τῇ Ἀλεξανδρείᾳ κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Εὐσεβίου τε καὶ ᾽Αστερίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν ἀπεδή­μησαν εἰς τὰς παροικίας ἑαυτῶν. ὑμεῖς δὲ πάλιν κοινῇ, ἔνθα καὶ εἰώθατε συν­άγεσθαι, ἀνάγνωτε ταῦτα κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆναι κἀκεῖ τοὺς βουλομένους καὶ ἀντι­ποιουμένους τῆς εἰρήνης συνάπτεσθαι, καὶ λοιπὸν συναφθέντων αὐτῶν ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς παρούσης τῆς ὑμετέρας χρηστότητος ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖσθαι καὶ τὸν κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι. προσαγορεύετε πάντας τοὺς σὺν ὑμῖν ἀδελφούς. προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ἔρ­ρωσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν τῷ κυρίῳ εὔχομαι ἐγώ τε Ἀθανάσιος.

Ζ y
ὁμοίως ᾽Αγαθὸς· ᾽Αμμώνιος· ᾽Αγαθο­δαίμων· Δρακόντιος· ῾Ερμαίων· Μάρ­κος· Θεόδωρος· ᾽Ανδρέας· Παφνού­τιος· Μάρκος καὶ οἱ λοιποί. ὁμοίως τε οἱ ἄλλοι ἐπίσκοποι οἱ συν­ελθόντες ὑπέγραψαν καὶ οἱ ἀπο­στα­λέντες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου Σαρδίας νήσου διάκονοι δύο, Ἑρέννιος καὶ ᾽Αγαπητός, παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. παρῆσαν δὲ καί τινες Ἀπολιναρίου τοῦ ἐπισκόπου μονάζοντες παρ' αὐτοῦ εἰς τοῦτο πεμφ­θέν­τες.
  10 Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπισκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πόλεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυμάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας. οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλε­ξανδρείᾳ αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος καὶ οἱ λοιποί· Γάϊος Παρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώνεως καὶ μέρους ῾Ελεαρχίας τῆς Αἰγύπτου, Ἀμμώ­νιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς ῾Ελεαρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου, Δρακόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχ­νων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρί­βεως, Ἀνδρέας Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων. Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ρωμαϊστί, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπί­σκοπος κατὰ τὴν ἀκρίβειαν ὑμῶν τὴν παρ' ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων καὶ αὐτὸς συγκατεθέμην, οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ θεοῦ υἱὸς καὶ ἄνθρω­πος γέγονεν ἀναλαβὼν πάντα ἄνευ ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκτίθεσ­θαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δό­ξῃ μήτε εἶναι προκομιστέον. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι. ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις καὶ ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι.
  11 Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον οὕτως παρὰ τῶν προειρημένων ὑπογεγραμμένον μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν. ἐγὼ Παυλῖνος οὕτως φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν πατέρων· ὄντα καὶ ὑφεστῶ­τα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστηκὸς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑπο­στάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας καὶ τοὺς φρονοῦντας οὕτως. εὐσε­βὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι' ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρο­νῶ, καθὼς γέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην »ὁ λόγος σὰρξ ἐγένετο«, οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ′ ὅτι ἄνθρω­πος δι' ἡμᾶς γέγονεν ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ <τοῦ> ἁγίου πνεύματος γεννη­θείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ· ›οὔτε γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι' ἡμᾶς γενομένου ἀνόητον εἶναι αὐ­τοῦ τὸ σῶμα‹. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ πατρὸς καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα δι' υἱοῦ γε­γονός. ἔτι δὲ ἀναθεματίζω καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοι­χῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ Καρτέριος˙ ἔστι δὲ <ἐπίσκοπος ᾽Ανταράδου> πό­λεως Συρίας.

Rechtliches

Creative Commons Lizenzvertrag
Tomus ad Antiochenos (Lesetext) von H.C. Brennecke/U. Heil/A. v. Stockhausen steht unter einer Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz.
Beruht auf einem Inhalt unter http://www.degruyter.com/view/product/61514.

zurück

Zuletzt geändert: 2015-04-07 Di 18:07 von annette.von.stockhausen@fau.de

Sitemap