Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Petitiones Arianorum

Petitiones Arianorum

Einleitung

Zugrunde liegen wahrscheinlich Proto­kolle mehrerer, letztlich erfolgloser Petitionen der homöischen Gemeinde von Alexan­drien an Kaiser Jovian mit dem Ziel, ihren Bischof Lucius zu bestätigen oder wiedereinzusetzen und die Restitution des Athanasius zu verhindern. Athanasius fertigte daraus einen Auszug an, der seine Wiedereinsetzung durch den Kaiser vor allem gegenüber den alexandrinischen Homöern bestätigen sollte, aber nur als nicht ausgearbeitete Notizen überliefert ist. Die Petitionen wurden am 31. Oktober 363 dem Kaiser vorgetragen; zumindest eine ist durch ep.fest.(kopt.) 36 auf diesen Tag datiert. Sie sind auch erwähnt Soz., h.e. VI 5,2‑4 und hist.Ath. 4,7.

Vgl. auch Stockhausen, Annette von. „Athanasius in Antiochien“. Zeitschrift für antikes Christentum 10 (2006): 86–102.

Text

᾽Εντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας

1 Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ ῾Ρωμανησίᾳ πύλῃ

δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου καὶ τῆς εὐσεβείας σου, ἄκου­σον ἡμῶν.
ὁ βασιλεὺς εἶπεν· τίνες ἐστὲ καὶ πόθεν;
οἱ Ἀρειανοὶ εἶπον· κύριε, χριστιανοί.
ὁ βασιλεὺς εἶπε· πόθεν καὶ ἐκ ποίας πόλεως;
οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας.
ὁ βασιλεὺς εἶπε· τί βούλεσθε;
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός.
ὁ βασιλεὺς εἶπεν· ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον, Ἀθανά­σιον, καθέζεσθαι ἐν τῷ θρόνῳ.
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά.

στρατιώτης ἐξαίφνης ζηλώσας ἀπεκρίνατο· δέομαί σου τοῦ βασιλείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ καὶ πόθεν. οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδοκίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες.

ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον καὶ ἀπῆλθεν εἰς τὸν κάμπον.

2 Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν

κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανασίου, ὅστις πρὸ δέκα καὶ εἴκοσι ‹καὶ τριάκοντα› ἐτῶν ἐξωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταν­τίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν.
ὁ βασιλεὺς εἶπεν· αἱ πρὸ δέκα καὶ εἴκοσι καὶ τριάκοντα ἐτῶν κατηγορίαι ἤδη παρῆλθον. ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διά τι κατηγορήθη καὶ πῶς ἐξωρίσθη.

3 Τρίτη ἐντυχία τῶν Ἀρειανῶν

καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου.
ὁ βασιλεὺς εἶπεν· οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκ­αια φανήσεται. ἀλλ' ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν καὶ ἐκ τῶν τοῦ πλήθους ἑτέρους δύο: οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι.
οἱ ἐκ τοῦ πλήθους εἶπαν· οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν καὶ ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντος οἰκῆ­σαι.
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου.
ὁ βασιλεὺς εἶπεν· εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε. καὶ ὀργισ­θεὶς εἶπε· φέρι, φέρι.
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται.
ὁ βασιλεὺς εἶπε· καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ καὶ ὀρθό­δοξός ἐστι καὶ καλῶς διδάσκει.
οἱ Ἀρειανοὶ εἶπον· τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ.
ὁ βασιλεὺς εἶπε· τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν θεὸν ἔχει. ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν, τὰ δὲ ἐγκάρδια ὁ θεὸς οἶδεν.

οἱ Ἀρειανοὶ εἶπον· κέλευσον ἡμᾶς συνάγεσθαι.
ὁ βασιλεὺς εἶπε· τίς γὰρ κωλύει ὑμᾶς;
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλ­λει.
ὁ βασιλεὺς εἶπεν· ἔργον αὐτοῦ ἐστι καὶ τῶν καλῶς διδασκόντων.
οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῄρει.
ὁ βασιλεὺς εἶπεν· οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε καὶ οὐχ ἕνεκεν πί­στεως; καὶ πάλιν εἶπεν· ἀπέλθετε καὶ εἰρηνεύετε.
ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύν­αξις ὑμῖν ἐστι. καὶ μετὰ τὴν ἀπόλυσιν εἰσὶν ὧδε ἐπίσκοποι καὶ Νεμεσῖνος ὧδέ ἐστιν. ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον μάθῃ παρὰ Ἀθανασίου. ἔχετε τὴν αὔριον καὶ τὴν μεθαύρι­ον. ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον.

καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ· δέομαι τοῦ βασιλείου σου προφάσει Ἀθανασίου τοῦ ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν.
ὁ βασιλεὺς εἶπεν· εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ;
ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· κατηγορίαν ἔχω κατὰ Ἀθανασίου.
ὁ βασιλεὺς εἶπε· καὶ σύ, τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς Ἕλλην ὤν;

τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέ­λησαν ποιῆσαι ἐπίσκοπον.

4 Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου.

δέομαί σου τοῦ κράτους, ἄκουσόν μου.
ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής;
Λούκιος εἶπε· δέομαί σου, πλοΐ.
ὁ βασιλεὺς εἶπε· πρὸς σὲ λέγω, Λούκιε, ὁ θεὸς τοῦ κόσμου καὶ κομήτης, ἥλιος καὶ σελήνη ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔρριψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι.

καὶ δι' Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρ­δίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. καὶ γνοὺς τοῦτο βασιλεὺς καὶ τοὺς εὐνούχους βασανίσας εἶπεν· εἴ τις ἐντυχεῖν βούλε­ται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.

Rechtliches

Petitiones Arianorum (Lesetext) von H.C. Brennecke/U. Heil/A. v. Stockhausen steht unter einer Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz.
Beruht auf einem Inhalt unter http://www.degruyter.com/view/product/61514.

zurück

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap