Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Epistula ad Dracontium

Epistula ad Dracontium

Einleitung

Dracontius war vor seiner Bischofsweihe Vorsteher eines uns nicht bekannten Klosters (vgl. 7,2), ehe er als Nachfolger des Agathammon (zuletzt genannt im Jahr 346/47, vgl. apol.sec. 49,3 Nr. 198) Bischof von Hermupolis parva (vgl. tom. 10,2; Pall., h.Laus.[copt.] 10,1) wurde. 356/57 gehörte er zu den verbannten Anhängern des Athanasius (vgl. fug. 7,4; h.Ar. 72,4; Ammon. Aeg., ep. 32, PTS 27, 155,3f. Goehring) und nahm 362 an der Synode von Alexandrien teil (vgl. tom. 10,2). 368 war er tot, da Athanasius im Festbrief dieses Jahres (ep.fest. 40) Isidor als seinen Nachfolger nennt. Athanasius schreibt an Dracontius, weil dieser sein Bischofsamt verlassen hatte, nachdem aus monastischen Kreisen, vielleicht aus seinem ehemaligen Kloster, Kritik an seiner Weihe und der Übernahme eines Bischofsamtes laut geworden war. Nach 5,1 hatte Dracontius sich als Mönch offenbar verpflichtet, kein kirchliches Amt anzunehmen, da ein solches im Widerspruch zu den monastischen Idealen angesehen wurde (vgl. 9,1; 10,3; s. auch vit.Pachom. 30). Demgegenüber behaftet Athanasius Dracontius auf die aus der Weihe erwachsenen Pflichten gegenüber seiner Gemeinde (vgl. 2,3; 10,1f.). Gegen die monastische Amtskritik zeigt er, daß zum einen das Bischofsamt dem Mönchtum vorgeordnet ist (vgl. 4,1; 10,3) und zum anderen kirchliches Amt und monastisches Leben durchaus miteinander vereinbar sind (vgl. 9,1f.). Der Brief wurde von dem Presbyter Hierax und dem Lektor Maximus überbracht (vgl. 10,5) und gehört sicher in eine vorösterliche Fastenzeit (vgl. 10,1); die übliche Datierung in das Jahr 354 ist jedoch nicht zwingend. Die in 1,1 angedeuteten Betrübnisse der Kirche müssen sich nicht unbedingt auf die Situation der Zeit ab 353 (Synode von Arles) beziehen, sondern können auch auf die problematische Integration des Mönchtums in die Kirchenstrukturen hinweisen, die durch die Einsetzung des Dracontius zunächst gelöst (vgl. 1,3), durch seine Flucht wieder in Frage gestellt wurde. Zudem erscheint der Amtsvorgänger des Dracontius, Agathammon, in der apol.sec. 71 (Nr. 33) zitierten Liste der melitianischen Bischöfe, so daß möglicherweise auch noch zur Zeit des Dracontius mit melitianischer Konkurrenz um das Bischofsamt in Hermupolis parva zu rechnen wäre (vgl. 1,3). Die Beschreibung des Ammonius als τοῦ μετὰ Σεραπίωνος ἀποδημήσαντος (7,2) ist sehr wahrscheinlich keine Anspielung auf die hist.Ath. 1,7 und ind.ep.fest. 25 (a. 353) erwähnte Delegation mehrerer ägyptischer Bischöfe an den Hof des Constantius in Mailand, sondern darauf, daß beide gemeinsam Mönch wurden. Die Abfassungszeit läßt sich daher nur auf die Zeit zwischen 346/47 und der Verbannung des Dracontius im Jahr 356/57 eingrenzen.

Text

Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Δρακόντιον

1 ᾽Απορῶ τί γράψω. ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε ἢ ὡς τὸν καιρὸν ὁρῶντα͵καὶ κρυπτόμενον »διὰ τὸν φόβον τῶν Ἰουδαίων«; πλὴν εἴτε ἄλλως͵εἴτε οὕτως͵ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημένον, ἀγαπητὲ Δρακόντιε. οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι οὐδὲ φρόνιμον ὄντα διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. πολλοὶ γὰρ ἀκούσαντες σκανδαλίζονται, οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν καὶ τὰς ἐπικειμένας θλίψεις τῇ ἐκκλη­σίᾳ. καὶ φοβοῦμαι, μὴ διὰ σαυτὸν φεύγων δι' ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ κυρίῳ. εἰ γὰρ ὁ »ἕνα τῶν μικρῶν σκανδαλίζων« ἕλοιτ' ἂν »μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι καὶ καταποντισθῆναι«, τί ἂν πάθοις σὺ τοσού­τοις γινόμενος σκάνδαλον; καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξανδρέων χώρᾳ ἐν τῇ σῇ καταστάσει ἐξ ἀνάγκης σχισθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ' ὧν οἶδας καὶ αὐτός. καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει ἀπομενοῦσιν Ἕλληνες τῆς σῆς εὐλαβεί­ας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν.

2 Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; ποίοις ἂν ἀπονί­ψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; ἢ πῶς μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην συρράψαι ταύτην δυνήσῃ; ὦ ἀγαπητὲ Δρακόντιε,͵ἀντὶ χαρᾶς λύπην ἡμῖν πε­ποίηκας,͵ἀντὶ παραμυθίας στεναγμόν. προσεδοκῶμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ' ἡμῶν καὶ νῦν βλέπομεν φεύγοντά σε καὶ ὁρῶμεν ὅτι κρινόμενος μὲν ἐλεγχθή­σῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. καὶ τίς »φείσεται«, ὡς ὁ προφήτης εἴρηκεν, »ἐπὶ σοί«; τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην ὁρῶν τοὺς ἀδελφούς, δι' οὓς Χριστὸς ἀπ­έθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; δεῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν, ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ οἷς κατεστάθης. καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε, γενόμενον δὲ λοιπὸν οἱ λαοὶ προσδοκῶσι φέροντα τροφὴν αὐτοῖς τὴν ἐκ τῶν γραφῶν διδασκαλίαν. ὅταν τοίνυν οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σεαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε· λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ' ἂν εἰκότως λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· »ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ' ἐκείνων ἀπαιτήσω«.

3 Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μέν, ἵνα μὴ κινδυνεύσῃς, ἡμῶν δέ, ἵνα μὴ λυπηθῶμεν ἐπὶ σοί. φρόντιζε τῆς ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι καὶ οἱ ἄλλοι δὲ πρόφασιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. εἰ μὲν οὖν τὸν καιρὸν ἐφοβήθης καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα. ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι καὶ μᾶλλον ἐν ταῖς περιστάσεσι παρρησιάζεσθαι λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· »ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν«, καὶ μάλιστα ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ κυρίῳ. εἰ δὲ τῶν ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι οὐδὲ νομίζεις τὸ τῆς ἐπισκοπῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καὶ καταφρονεῖν τοῦ ταῦτα δια­ταξα­μένου σωτῆρος πεποίηκας σαυτόν, παρακαλῶ, μὴ τοιαῦτα λογίζου μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων. οὐ γὰρ ἄξια Δρακοντίου ταῦτα. ἃ γὰρ ὁ κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται.

4 Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς ἐπισκόπων μὴ ὄντων; ἐὰν δὲ καὶ οἱ μεθ' ἡμᾶς ἀνα­λάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσονται αἱ ἐκκλησίαι; ἢ νομίζου­σιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε ὅτι καταφρονοῦσιν; ἀλλὰ καὶ τοῦτο ψευδῶς. ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσιν. ἀλλ' εἴληφας, ὦ ἀγαπητὲ Δρακόντιε· μὴ ἀνέχου τῶν συμβουλευόντων σοι μηδὲ ἀπάτα σαυτόν. ἀπαιτηθήσῃ γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος θεοῦ. ἢ οὐκ ἤκουσας τοῦ ἀποστόλου λέγοντος· »μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος«; ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψ­αντα κατεδίκασε; γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· ἢ εἰπέ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; δεῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν πατέρων πολιτεύεσθαι καὶ τούτους μι­μεῖσθαι, εἰδέναι δὲ͵ὅτι τούτων ἀφιστάμενοι ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γινόμεθα. τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους, ἢ τὸν μακά­ριον Παῦλον τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι »μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι«; εἰ γὰρ καὶ ἔλεγεν »οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος«, ὅμως γινώσ­κων ὃ ἔλαβε καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα ἔγραφεν· »οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι«· ὥσπερ δὲ τὸ »οὐαί μοι οὐκ εὐαγγελιζόμενος« οὕτως διδάσκων καὶ κηρύσσων τὸ εὐαγγέλιον »χαρὰν καὶ στέφανον« εἶχε τοὺς μαθητευ­ομένους. διὰ τοῦτο καὶ σπουδὴ τῷ ἁγίῳ ἦν μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι, ἵνα ὅσον κοπιᾷ τοσ­οῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. ἐκαυχᾶτο οὖν τὸν καλὸν ἀγῶ­να ἀγωνισάμενος καὶ ἐθάρρει τὸν μέγαν στέφανον ἀποληψόμενος. οὐκοῦν, ἀγαπη­τὲ Δρακόντιε, τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον ἢ τοὺς μὴ τοιούτους; ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὰς γενέσθαι.

5 ῎Η τάχα τινές εἰσιν οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ στῆναι, ἐὰν κατασταθῇς; τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι. ἀλλ' εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλαβήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι θεὸν τὸ λειτούργημα. εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας γραφάς,͵οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν, ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν θεὸν φοβηθέντες τὴν διακονίαν ἐτέλεσαν καὶ προφητεύοντες ἐτελειώθησαν. καὶ γὰρ αὐτοὶ ἀποσταλέντες καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν παρῃτήσαντο μέν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστείλαντα. εἴτε τοίνυν »ἰσχνόφωνος« εἶ καὶ »βραδύγλωσσος«, ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε θεόν, εἴτε »νεώτερον« σαυ­τὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ' εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆ­ναι, εἴτε λόγον δέδωκας _ ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν _, ἀλλὰ ἀνάγνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς »οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου«, ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη, ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος τετελείωκε τὴν προφητείαν. ἢ οὐκ οἶδας, ἀγαπητέ, ὅτι καὶ Ἰωνᾶς φυγὼν γέγονε μέν, ὡς γέ­γονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν;

6 Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ κύριος τὰ ἡμῶν καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ ἐκκλησίας. κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν ἐκτελείτω, ἵνα μὴ πρὸς τῷ βίῳ καὶ τὴν ἐκ τῆς ἀμελείας κατάραν ἀπενέγκηται. ἆρα γάρ, ἀγα­πητὲ Δρακόντιε, ταῦτα γινώσκων καὶ συνετὸς τυγχάνων οὐ κατανύττῃ τὴν ψυχήν; οὐ φροντίζεις μὴ ἀπόληταί τις τῶν ἐγχειρισθέντων σοι; οὐ φλέγῃ ὡς ὑπὸ πυρὸς τοῦ συνειδότος; οὐ φοβῇ τὴν ἡμέραν τῆς κρίσεως, ἐν ᾗ οὐδεὶς τῶν συμβουλευόν­των νῦν ἐκεῖ γενήσεται βοηθός; ἕκαστος γὰρ τῶν ἐγχειρισθέντων αὐτῷ καὶ λόγον ἀποδώσει. τί γὰρ ὤνησε τὸν κρύψαντα τὸ δηνάριον ἡ πρόφασις; ἢ τί ὠφέλησε τὸν Ἀδὰμ εἰρηκότα »ἡ γυνή με ἠπάτησεν«; ἀγαπητὲ Δρακόντιε, εἰ καὶ ἀληθῶς ἀσθενὴς τυγχάνεις, ἀλλὰ ἀναλαβεῖν σε τὴν φροντίδα πρέπει, ἵνα μὴ τῆς ἐκκλησίας ἐρήμου τυγχανούσης οἱ ἐχθροὶ ταύτην βλάψωσι πρόφασιν εὑρόντες τὴν σὴν φυ­γήν. πρέπει σε ἀναζώσασθαι, ἵνα μὴ μόνους ἡμᾶς ἀφῇς ἐν τῷ ἀγῶνι· πρέπει σε συγκαμεῖν, ἵνα μετὰ πάντων καὶ τὸν μισθὸν ἀπολάβῃς.

7 Σπεῦδε τοιγαροῦν, ἀγαπητέ, μηκέτι βραδύνων μηδὲ ἀνέχου τῶν σε κωλυόν­των, ἀλλὰ τοῦ δεδωκότος μνήσθητι· καὶ δεῦρο πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε τοὺς συμβουλεύοντάς σοι τὰ τῶν γραφῶν, ἵνα καὶ παρ' ἡμῶν προπεμφθῇς καὶ λειτουργῶν ἐν ταῖς ἐκκλησίαις μνημονεύσῃς καὶ ὑπὲρ ἡμῶν. οὐ γὰρ σὺ μόνος ἐκ μοναχῶν κατεστάθης οὐδὲ σὺ μόνος προέστης μοναστηρίου ἢ μόνος ὑπὸ μοναχῶν ἠγαπήθης, ἀλλ' οἶδας, ὅτι καὶ Σεραπίων μοναχός ἐστι καὶ τόσων μοναχῶν προ­έστη· οὐκ ἔλαθέ σε πόσων μοναχῶν πατὴρ γέγονεν Ἀπολλώς· οἶδας Ἀγαθὸν καὶ οὐκ ἀγνοεῖς Ἀρίστωνα, μνημονεύεις Ἀμμωνίου τοῦ μετὰ Σαραπίωνος ἀποδημή­σαντος, ἴσως δὲ ἤκουσας καὶ περὶ Μουΐτου ἐν τῇ ἄνω Θηβαΐδι καὶ δύνασαι μαθεῖν περὶ Παύλου τοῦ ἐν τῇ Λατῶν καὶ περὶ ἄλλων πολλῶν. καὶ ὅμως οὗτοι κατα­σταθέντες οὐκ ἀντειρήκασιν, ἀλλ' ἔχοντες τύπον τὸν ᾽Ελισσαῖον καὶ εἰδότες τὰ κατὰ ᾽Ηλίαν μαθόντες τε τὰ κατὰ τοὺς μαθητὰς καὶ ἀποστόλους ἀντελάβοντο τῆς φροντίδος καὶ οὐ κατεφρόνησαν τῆς λειτουργίας καὶ οὔτε χείρους ἑαυτῶν γεγό­νασιν, ἀλλὰ καὶ μᾶλλον τοῦ καμάτου τὸν μισθὸν προσδοκῶσι προκόπτοντες καὶ προκόπτειν ἄλλους νουθετοῦντες. πόσους ἀπὸ τῶν εἰδώλων ἐπέστρεψαν; πόσους ἀπὸ τῆς δαιμονιώδους συνηθείας ἔπαυσαν νουθετοῦντες; πόσους παρέ­στησαν τῷ κυρίῳ δούλους, ὥστε καὶ τοὺς ὁρῶντας τὰ σημεῖα ταῦτα βλέποντας θαυμάζειν; ἢ οὐχὶ μέγα σημεῖον κόρην ποιῆσαι παρθενεύειν καὶ νεώτερον ἐγ­κρα­τεύεσθαι καὶ εἰδωλολάτρην ἐπιγνῶναι τὸν Χριστόν;

8 Μὴ τοίνυν κωλυέτωσάν σε μοναχοὶ ὡς μόνον ἐκ μοναχῶν κατασταθέντα, μηδὲ σὺ προφασίζου ὡς χείρων σεαυτοῦ ἐσόμενος· δύνασαι γὰρ καὶ καλλίων γενέσθαι μιμούμενος τὸν Παῦλον, ζηλῶν τῶν ἁγίων τὰς πράξεις. οἶδας γάρ, ὅτι οἱ τοιοῦτοι͵ »οἰκονόμοι τῶν μυστηρίων« κατασταθέντες μᾶλλον »κατὰ σκοπὸν ἐδίωκον εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως«. πότε Παῦλος ἐμαρτύρησε καὶ τὸν στέφανον λαβεῖν προσεδόκησεν, εἰ μὴ ὅτε ἀπεστάλη διδάσκειν; πότε Πέτρος ὡμολόγησεν, εἰ μὴ ὅτε εὐηγγελίζετο καὶ »ἁλιεὺς ἀνθρώπων« γέγονε; πότε ᾽Ηλίας ἀνελήφθη, εἰ μὴ ὅτε πᾶσαν τὴν προφητείαν ἐπλήρωσε; πότε ᾽Ελισσαῖος »ἐν πνεύματι« ἔσχε »διπλᾶ«, εἰ μὴ ὅτε πάντα καταλιπὼν ἠκολούθησε τῷ ᾽Ηλίᾳ; διὰ τί δὲ καὶ ἐξελέξατο μαθητὰς ὁ σωτήρ, εἰ μὴ ἵνα καὶ ἀποστείλῃ;

9 ῞Οθεν͵τούτους ἔχων τύπον, ἀγαπητὲ Δρακόντιε, μὴ λέγε μηδὲ πείθου τοῖς λέγουσιν ἁμαρτίας εἶναι πρόφασιν τὴν ἐπισκοπὴν μηδὲ ὅτι ἐκ ταύτης ἀφορμὴ τοῦ ἁμαρτάνειν ἐστίν. ἔξεστι γὰρ καὶ ἐπίσκοπον ὄντα σε πεινᾶν καὶ διψᾶν ὡς ὁ Παῦ­λος, δύνασαι μὴ πιεῖν οἶνον ὡς ὁ Τιμόθεος καὶ νηστεύειν καὶ αὐτὸς συνεχῶς, ὡς ὁ Παῦλος ἐποίει, ἵνα κατ' ἐκεῖνον οὕτως νηστεύων χορτάζῃς ἄλλους ἐν τοῖς λόγοις καὶ διψῶν ἐν τῷ μὴ πιεῖν ποτίζῃς ἄλλους διδάσκων. μὴ οὖν ταῦτα προβαλλέ­τωσαν οἱ συμβουλεύοντές σοι. εἴδομεν γὰρ καὶ ἐπισκόπους νηστεύοντας καὶ μονα­χοὺς ἐσθίοντας. εἴδομεν καὶ ἐπισκόπους μὴ πίνοντας οἶνον, μοναχοὺς δὲ πίνοντας· εἴδομεν καὶ σημεῖα ποιοῦντας ἐπισκόπους, μοναχοὺς δὲ μὴ ποιοῦντας. πολλοὶ δὲ τῶν ἐπισκόπων οὐδὲ γεγαμήκασι, μοναχοὶ δὲ πατέρες τέκνων γεγόνασιν· ὥσπερ καὶ ἐπισκόπους πατέρας τέκνων καὶ μοναχοὺς ἐξ ὁλοκλήρου γένους τυγχάνοντας. καὶ πάλιν εἴδομεν κληρικοὺς πεινῶντας, μοναχοὺς δὲ νηστεύοντας. ἔξεστι γὰρ καὶ οὕτως, καὶ ἐκείνως οὐ κεκώλυται. ἀλλὰ πανταχοῦ τις ἀγωνιζέσθω· καὶ γὰρ ὁ στέφανος οὐ κατὰ τόπον, ἀλλὰ κατὰ τὴν πρᾶξιν ἀποδίδοται.

10 Οὐκοῦν μὴ ἀνέχου τῶν ἕτερα παρὰ ταῦτα συμβουλευόντων, ἀλλὰ μᾶλλον ἐπείγου καὶ μὴ μέλλε, μάλιστα ὅτι καὶ ἡ ἁγία ἑορτὴ ἐγγίζει, ἵνα μὴ χωρὶς σοῦ οἱ λαοὶ τὴν ἑορτὴν ποιήσωσι, καὶ μέγαν κίνδυνον ἐπισπάσῃ κατὰ σαυτοῦ. τίς γὰρ αὐτοῖς εὐαγγελίσεται τὸ πάσχα μὴ παρόντος σου; τίς αὐτοῖς τὴν ἡμέραν ἀναγ­γελεῖ τῆς ἀναστάσεως κρυπτομένου σου; τίς αὐτοῖς συμβουλεύσει δεόντως ἑορτά­ζειν φεύγοντός σου; ὢ πόσοι μὲν ὠφεληθήσονται παραγενομένου σου, πόσοι δὲ βλαβήσονται φεύγοντός σου. καὶ τίς ἐπὶ τούτοις ἀποδέξεταί σε; καὶ διὰ τί συμ­βουλεύουσί σοι μὴ ἀντιλαμβάνεσθαί σε τῆς ἐπισκοπῆς αὐτοὶ θέλοντες ἔχειν πρεσ­βυτέρους; εἰ γὰρ φαῦλος τυγχάνεις, μὴ συνέστωσάν σοι· εἰ δὲ ἐπιτήδειον εἶναί σε ἐπιγινώσκουσι, μὴ φθονείτωσαν τοῖς ἄλλοις. εἰ γὰρ τὸ διδάσκειν καὶ προΐστασθαι πρόφασίς ἐστιν ἁμαρτίας κατ' ἐκείνους, μὴ διδασκέσθωσαν αὐτοὶ μηδὲ πρεσβυτέ­ρους ἐχέτωσαν, ἵνα μὴ χείρους ἑαυτῶν γένωνται αὐτοί τε καὶ οἱ διδάσκοντες αὐ­τούς. ἀλλὰ μὴ πρόσεχε τούτοις τοῖς ἀνθρωπίνοις ῥήμασι μηδὲ ἀνέχου τῶν ταῦτα συμβουλευόντων, καθὰ πολλάκις προεῖπον, σπεῦδε δὲ μᾶλλον καὶ ἐπίστρε­φε πρὸς τὸν κύριον, ἵνα τῶν προβάτων αὐτοῦ φροντίζων μνημονεύσῃς καὶ ἡμῶν. τούτου δὲ χάριν προετρεψάμην ἐλθεῖν τοὺς ἀγαπητοὺς ἡμῶν Ἱέρακα τὸν πρεσβύ­τερον καὶ Μάξιμον τὸν ἀναγνώστην, ἵνα καὶ διὰ λόγων σε προτρέψωνται καὶ μα­θεῖν δυνηθῇς ἐκ τούτου τήν τε διάθεσιν ἣν ἔχων ἔγραψα καὶ τὸν ἐκ τοῦ ἀντιλέγειν τῇ ἐκκλησιαστικῇ διατάξει κίνδυνον.

Rechtliches

<a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/"><img alt="Creative Commons Lizenzvertrag" style="border-width:0" src="88x31.png" ></a><br /><span xmlns:dct="http://purl.org/dc/terms" href="http://purl.org/dc/dcmitype/Text" property="dct:title" rel="dct:type">Epistula ad Dracontium (Lesetext)</span> von <span xmlns:cc="http://creativecommons.org/ns#" property="cc:attributionName">H.C. Brennecke/U. Heil/A. v. Stockhausen</span> steht unter einer <a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/">Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz</a>.<br >Beruht auf einem Inhalt unter <a xmlns:dct="http://purl.org/dc/terms" href="http://www.degruyter.com/view/product/61514" rel="dct:source">http://www.degruyter.com/view/product/61514</a>.

zurück

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap