Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Epistula ad Afros

Epistula ad Afros

Einleitung

Das Schreiben (kein Synodalschreiben; der Titel in den Hss. BKPO basiert auf einem Mißver­ständ­nis von 10,2) richtet sich nach der Angabe im Titel an die Bischöfe der Diözese Africa. Anlaß waren nach 1,3 offensichtlich homöische Aktivitäten in dieser Diözese, vor denen Athanasius mit dem Schreiben warnen will. Er betont aus diesem Grund nachdrücklich die Suffizienz der Beschlüsse der Synode von Nizäa, v.a. ihrer Kernbegriffe ἐκ τῆς οὐσίας und ὁμοούσιος, und akzentuiert diese deut­lich gegenüber der homöischen Terminologie in polemischer Auseinandersetzung mit den Synoden von Rimini, Nike und Konstantinopel (359/60). Terminus post quem für die Abfassung ist der Be­ginn des Episkopats des Damasus von Rom im Oktober 366, der terminus post quem non der Tod des Athanasius am 2. Mai 373. Voraus gehen ein Schreiben einer ägyptischen Synode nach Rom, das auf eine römische Synode unter Damasus reagiert (10,3), sowie ein Schreiben evtl. dieser römischen Synode (1,1) nach Alexandrien. Über frühe synodale Aktivitäten und eine Kontaktaufnahme des Da­masus mit Alexandrien, der seine Position in Rom sicherlich dadurch sichern wollte, sind wir auch sonst unter­richtet (vgl. nur Syn.vet. 67f.; mit der damasinischen Epistula Confidimus quidem besteht allerdings nur ein inhaltlicher, keinesfalls ein literarischer Zusammenhang), so daß die im Brief ge­nann­ten, sonst aber nicht bezeugten Synoden an den Beginn des damasinischen Episkopats gesetzt werden können. In der Mitte der 60er Jahre ist außerdem wie in der ep.Afr. eine verstärkte synodale und literarische Auseinandersetzung mit den Beschlüssen der Synoden von Rimini/Nike/Konstanti­no­pel und deren exponierten Vertretern (Valens, Ursacius, Auxentius) zu beobachten (vgl. u.a. Hil., c. Aux.; Socr., h.e. IV 4; 12). Daher ist eine Abfassung im Jahr 366/67 wahrscheinlich. Zweifel an der Echt­heit des Schreibens sind unbegründet.

Vgl. auch Stockhausen, Annette von. Athanasius von Alexandrien. Epistula ad Afros. Einleitung, Kommentar und Übersetzung. Patristische Texte und Studien 56. Berlin/New York: Walter de Gruyter, 2002.

Text

Τοῦ αὐτοῦ ᾿Αθανασίου ἐπισκόπου ᾿Αλεξανδρείας πρὸς τοὺς ἐν τῇ ᾿Αφρικῇ ἐπισκόπους

1 ῾Ικανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμά­σου τοῦ ἐπισκόπου τῆς μεγάλης ῾Ρώμης καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόν­των ἐπισκόπων, οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ ᾿Ιταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως, ἣν ὁ μὲν κύριος ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν καὶ οἱ πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συνελ­θόντες ἀπὸ πάσης τῆς καθ᾿ ἡμᾶς οἰκουμένης. τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπα­σθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται. ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμ­πεφώνηκε καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων ὑπομνησθέντες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν καὶ Δαρδανίαν καὶ Μακεδονίαν ᾿Ηπείρους τε καὶ τὴν ῾Ελλάδα καὶ Κρήτην καὶ τὰς ἄλλας νήσους Σικελίαν τε καὶ Κύπρον καὶ Παμφυ­λίαν Λυκίαν τε καὶ ᾿Ισαυρίαν καὶ πᾶσαν τὴν Αἴγυπτον καὶ τὰς Λιβύας καὶ πλεῖ­στοι τῶν ἐν τῇ ᾿Αραβίᾳ ταύτην ἐπέγνωσαν καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαν­τας, ὅτι εἰ καί τι περιελέλειπτο παρ᾿ αὐτοῖς ἐκ τῆς »ῥίζης« <τῆς> τῶν ἀρειανῶν »ἄνω φύουσα πι­κρία«, Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦν­τας αὐτοῖς, οὗτοι διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπηλεί­φθησαν. ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν πάσης ἀσεβοῦς αἱρέσεως καὶ πρὸς ἀσφά­λειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. ἐπειδὴ δὲ ἠκούσαμεν, ὅτι τινὲς βουλόμενοι μάχεσθαι πρὸς αὐτὴν ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν ᾿Αρι­μήνῳ γενομένην καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν, ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς ἀρειανῆς αἱρέσεως παραφυάς. οἱ γὰρ τὴν κατ᾿ αὐτῆς σύνοδον γενο­μένην παραιτούμενοι ­- ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη - τί ἕτερον βούλονται ἢ τὰ ᾿Αρείου κρατεῖν; τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ ᾿Αρειανοὶ μὲν καλεῖσθαι, τῆς δὲ αὐ­τῆς ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν θεὸν ἐφοβήθησαν λέγοντα· »μὴ μέται­ρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου« καί »ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω« μήτε τοὺς πατέρας ᾐδέσθησαν παραγγεί­λαντας ἀνάθεμα εἶναι τοὺς τὰ ἐναντία φρονοῦντας τῆς ὁμολογίας αὐτῶν.

2 Διὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν ἀρειανὴν ἀσέβειαν, ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται, ἀλλὰ κἂν γένωνται μὴ κρα­τῶσι. τί γὰρ ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκουμένην πεπλήρωκε. ταύτην ἔγνωσαν καὶ ᾿Ινδοὶ καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί. οὐκοῦν μάταιος ὁ κάματος τοῖς κατ᾿ αὐτῆς πολλάκις ἐπιχειρήσασιν. ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι καθ᾿ ἑκάστην μεταβαλλόμενοι καὶ τὰ μὲν ἀπὸ τῶν πρωτῶν ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες ἐξαλείφοντες βιαζόμενοι οὐκ εἰδότες, ὅτι »πᾶσα μὲν φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος ἐκριζωθήσεται«, »τὸ δὲ ῥῆμα τοῦ κυρίου« τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον »μένει εἰς τὸν αἰῶνα«. ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις συμβάλοι, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσίν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους. ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετὰ ταύτην τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναί τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονεικίαν ἐκ βίας συγκροτηθείσας. ἡ μὲν γὰρ διὰ τὴν ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ πάσχα συνήχθη, ἐπειδὴ οἱ κατὰ Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν διεφώνουν πρὸς ἡμᾶς καὶ τῷ καιρῷ, ἐν ᾧ ποιοῦσιν οἱ ᾿Ιουδαῖοι, ἐποίουν καὶ αὐτοί. ἀλλὰ χάρις τῷ κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συν­όδου· αἱ δὲ μετὰ ταύτην ὑπὲρ ᾿Αρείου μέν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν.

3 Τούτων δὲ οὕτω δεικνυμένων τίς ἀποδέξεται τοὺς τὴν ᾿Αρίμηνον ἢ ἄλλην σύν­οδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ ᾿Αριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντε­θέντα προκρίναντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει τοῖς ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προ­είπο­μεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγο­ροι γινό­μενοι. πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν ᾿Ιουδαίων προδό­ται πε­πόνθασιν· ὡς γὰρ ἐκεῖνοι »καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συν­έχειν« - γέ­γραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ ῾Ιερεμίᾳ -, οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον »ὤρυξαν« ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ παρ᾿ αὐτοῖς ὡς »δράγμα μὴ ἔχων ἰσχὺν« ἐφάνησαν. μὴ τοίνυν ἀνεχώ­μεθα τῶν τὴν ᾿Αρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν ᾿Αρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἢ γὰρ ἂν ἐσιώπησαν. οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόν­των ἐξ ὑμῶν εἰς τὴν ᾿Αρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδό­ξιός τε καὶ Αὐξέν­τιος - ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος - καθῃρέθησαν θελή­σαντες ἕτερα πα­ρὰ τὰ ἐν Νικαίᾳ γράφειν, ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν ἀρειανὴν αἵρεσιν παρῃτήσαντο καὶ μᾶλλον αὐτῆς ἤθελον εἶναι προστάται. οἱ δέ γε ἐπίσκοποι οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες - ἦσαν δὲ ἐγγὺς διακό­σιοι - ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ᾿ ἐκείνην ζητεῖν ἢ φρονεῖν. ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. ἀλλ᾿ οἱ ἐν τῇ ᾿Αριμήνῳ καθαιρεθέντες ἀπελ­θόν­τες πρὸς Κων­στάντιον πεποιήκασιν ὑβρισθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέ­σθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ᾿ αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι, ὥστε τῶν παρ᾿ αὐτῶν καινοτομουμέ­νων ἀνέχεσθαι.

4 Εἴπερ οὖν τινες τὴν ᾿Αρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρε­σιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι λέγοντες μηδὲν πλέον ζη­τεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηιθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ᾿ ἐκείνην. ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέν­τα προβάλλονται· ἐξ ὧν δείκνυνται τῆς μὲν ἀρειανῆς αἱρέσεως ὄντες, ἀλ­λότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον καὶ τὰς παρ᾿ ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τῶν δὲ τὴν ἀλογίαν. οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέν­τες συνῆλ­θον, ἀλλὰ καὶ ὡμολόγησαν <ἐκ> τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ ᾿Αριμήνῳ γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν θεόν. ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοί, ὡς οἱ μὲν ἐν Νικαίᾳ τῶν γραφῶν πνέουσι λέγον­τος αὐ­τοῦ τοῦ θεοῦ ἐν μὲν τῇ ἐξόδῳ· »ἐγώ εἰμι ὁ ὤν«, διὰ δὲ τοῦ ῾Ιερεμίου· »τίς ἔστη ἐν ὑποστήματι αὐτοῦ καὶ εἶδε τὸν λόγον αὐτοῦ;« καὶ μετ᾿ ὀλίγον· »καὶ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ ἤκουσαν τῶν λόγων μου«. ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ ῾Ιερεμίας ὕπαρξιν ὀνομάζει λέγων· καὶ »οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως«. ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπ­αρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. τοῦτο νοῶν καὶ ὁ Παῦλος ἔγραψεν ῾Εβραίοις· »ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ«. οὗτοι δὲ οἱ δοκοῦντες εἰδέναι τὰς γραφὰς καὶ ὀνομάζοντες ἑαυτοὺς εἶναι σοφοὺς μὴ θέλοντες ὑπόστασιν λέγειν ἐπὶ θεοῦ - τοῦτο γὰρ ἔγραψαν ἐν τῇ ᾿Αριμήνῳ καὶ ἐν ἄλλαις ἑαυτῶν συνόδοις ­- πῶς οὐ δικαίως καθῃρέθησαν λέγοντες καὶ αὐτοὶ ὡς »ἄφρων ἐν καρδίᾳ· οὐκ ἔστι θεός«; πάλιν τε οἱ πατέρες ἐδίδαξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν τοῦ θεοῦ λόγον ἀναγνόντες· »πάντα δι᾿ αὐτοῦ ἐγέ­νετο« καὶ »ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη« καὶ »συνέστηκεν«. οὗτοι δὲ οἱ μᾶλλον ᾿Αρειανοὶ ἢ Χριστιανοὶ ὄντες ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ λόγος δημιουργὸς καὶ ποιητής. εἰ γὰρ δι᾿ αὐτοῦ τὰ πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός, εἴη ἂν καὶ ἑαυτὸν κτίζων. καὶ πῶς δύναται τὸ κτιζόμενον κτίζειν ἢ πῶς ὁ κτίζων κτίζεται;

5 ᾿Αλλ᾿ οὐδὲ οὕτως αἰσχύνονται τοιαῦτα λέγοντες, ἐφ᾿ οἷς μισητοὶ καὶ παρὰ πᾶσίν εἰσιν ὀνομάζοντες μὲν ἁπλῶς ᾿Αρίμηνον, δεικνύμενοι δὲ καὶ ἐν αὐτῇ καθαιρε­θέντες. καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γεγραμμένον ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, οὗ χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον καὶ περιβομβοῦσιν ὡς κώνωπες πανταχοῦ περὶ τῆς λέξεως ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐ­τὸ ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος ἢ γινώ­σκουσι μέν, διὰ τοῦτο δὲ μάχονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέσε­ώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβῶς ἀπόφασις. οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ᾿ ἡ ἐν αὐταῖς γενομένη κατάκρισις αὐτῶν. καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοί· καὶ εἰ τοῦτο κρύπτειν αὐτοὶ θέλουσι καίτοι γινώσκοντες, ἀλλ᾿ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ. τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν ᾿Αρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱόν καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστιν, λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, »θεὸς ἀληθινὸς« ὡς εἶπεν ὁ ᾿Ιωάννης καὶ ὡς ἔγραψεν ὁ Παῦλος »ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως«, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις· συνθώμεθα. καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· »εἷς γὰρ θεός, ἐξ οὗ τὰ πάντα« καὶ »τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ«. ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· »πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι«. ἀλλ᾿ οἱ ἐπίσκοποι θεω­ρήσαντες τὴν πανουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ θεοῦ καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα διὰ τὸ μὴ ἀφ᾿ ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος τῆς τοῦ πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου πρὸς πατέρα. καὶ περὶ μὲν τοῦ γε­γράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη, πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας λογίους, εἴπερ λέγοιεν τὸν υἱὸν οὐ κτίσμα ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ πατρὸς καὶ εἰκόνα ἀίδιον ἀπαράλλακτον κατὰ πάντα τοῦ πατρὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις ὅτι· καὶ ταῦ­τα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ »εἰκὼν καὶ δόξα θεοῦ« λεγόμεθα καὶ περὶ ἡμῶν εἴρηται· »ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες« καὶ δυνάμεις πολλαί εἰσι· »καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου«. »ἡ δὲ κάμπη« καὶ »ἡ ἀ­κρὶς« λέγεται δύναμις μεγάλη· καὶ »κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλή­πτωρ ἡμῶν ὁ θεὸς ᾿Ιακώβ«. ἀλλὰ γὰρ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ ἁπλῶς, ἀλλ᾿ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν ἀληθινὸν λέγου­σι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός ἐστιν.

6 Αὕτη τῶν ᾿Αρειανῶν ἡ ἐφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι θεω­ρήσαντες ἐκείνων τὸ δόλιον συνήγαγον ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν καὶ τὸ »ἐν τῷ φωτί σου ὀψόμεθα φῶς« καὶ τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν· τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ᾿ αὐτῶν μάταιος· ἐξ ἀγράφων ἀσεβήσαντες - ἄγρα­φα δὲ τὸ ἐξ οὐκ ὄντων καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν - αἰτιῶνται, ὅτι ἐξ ἀγρά­φων μετ᾿ εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς, οἱ δὲ ἐπίσκοποι οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέ­ξεις ἀλλ᾿ ἐκ πατέρων ἔχοντες τὴν μαρτυρίαν οὕτως ἔγραψαν. ἐπίσκοποι γὰρ ἀρ­χαῖοι πρὸ αὐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης ῾Ρώμης καὶ τῆς ἡμετέ­ρας πό­λεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ ὁμοού­σιον τῷ πατρί. καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Και­σαρείας πρότερον μὲν συντρέχων τῇ ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαι­ῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι.

7 Τί οὖν ἔτι τὴν ᾿Αρίμηνον ὀνομάζουσιν, ἐν ᾗ καθῃρέθησαν; τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύνοδον, ἐν ᾗ καὶ οἱ πατέρες αὐτῶν ὑπέγραψαν καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μόνους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, ἀλλὰ γὰρ καὶ πρὸς τοὺς πρὸ αὐτῶν μεγάλους ἐπισκόπους καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. τίνων οὖν εἰσι κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν παιτέρας τούτους, ὧν οὐκ ἀποδέ­χονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν; ἐπεὶ εἰ νομίζου­σιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ υἱῷ· »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«; ναί, εἴποιεν ἄν, ἐπειδὴ γέ­γραπται, πιστεύομεν. ἀλλὰ καὶ πῶς ἕν εἰσι καὶ πῶς »ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρα­κε τὸν πατέρα«, ἐὰν ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι· δι᾿ ὁμοιότητα, εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρονοῦσιν αὐτοῖς καὶ λεγομένοις ᾿Ανομοίοις. ἀλλ᾿ ἐὰν πάλιν ἐρωτηθῶσι πῶς ὅμοιος, ἀποθρασυνόμενοι φήσουσιν· ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τῷ τὸ αὐτὸ θέλειν τῷ πατρὶ καὶ μὴ θέλειν ὅπερ ὁ πατὴρ οὐ θέλει. ἀλλὰ μαθέτωσαν, ὅτι ὁ ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοιούμενος τῷ θεῷ ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν. οὐκ ἔστι δὲ οὕτως ὁ λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ᾿ ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ᾿ οὐσίαν ὅμοιός ἐστι. ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν. καὶ γὰρ καὶ ἡμεῖς καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ᾿ οὐσίαν τοῦ θεοῦ γενέσθαι, ὅμως ἐξ ἀρετῆς βελτιούμενοι μιμούμεθα τὸν θεὸν χαρισαμένου καὶ τοῦτο τοῦ κυρίου καὶ λέγοντος· »γίνεσθε οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί«· καὶ »γίνεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι«. τρεπτὰ δὲ τὰ γενητὰ οὐκ ἄν τις ἀρνήσαιτο ἀγγέλ­ων μὲν παραβάν­των, τοῦ δὲ ᾿Αδὰμ παρακούσαντος καὶ πάντων δεομένων τῆς τοῦ λόγου χάρι­τος. τρεπτὸν δὲ ἀτρέπτου οὐκ ἂν εἴη ὅμοιον, ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτίσαντος. διὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλεγεν· »ὁ θεός, τίς ὁμοιω­θήσεταί σοι;« καὶ τίς »ὅμοιός σοι ἐν θεοῖς, κύριε;« - θεοὺς λέγων τοὺς κτισθέντας μέν, μετόχους δὲ γενομένους τοῦ λόγου, ὡς αὐτὸς εἶπεν· »εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο.« - τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« ὡς τῶν γενη­τῶν μὴ ὄντων οὕτως. ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν ᾿Αρί­μηνον προτεί­νοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· ἃ βλέπω τὸν πατέρα ποιοῦν­τα, ταῦτα κἀγὼ ποιῶ. ποιούμενα γάρ ἐστι τὰ γενητὰ καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποίησαν. ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ υἱὸς καὶ ποιεῖ αὐτὸν ὁ πατήρ, πάντως ἂν ἐποίησε καὶ ἑαυτὸν ὁ υἱὸς δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ πατ­ήρ, ὡς εἶπεν αὐτός. ἀλλ᾿ ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται.

8 Πάλιν δὲ εἰπάτωσαν, εἰ δύναται τὰ γενητὰ εἰπεῖν· »πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν«; ἔχει δὲ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ ἀίδιον, τὸ εἶναι παντοκράτωρ, τὸ ἄτρεπτον. τὰ δὲ γενητὰ οὐ δύναται ἔχειν τὸ δημιουργεῖν, κτιστὰ γάρ ἐστιν, οὐδὲ τὸ ἀίδιον, ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι, οὐδὲ τὸ παντοκράτωρ καὶ ἄτρεπτον, κρατούμενα γὰρ καὶ τρεπτῆς φύσεώς ἐστιν ὥσπερ αἱ γραφαὶ λέγουσιν. οὐκοῦν εἰ ταῦτα τοῦ υἱοῦ ἐστιν, οὐκ ἐξ ἀρετῆς, ὡς εἶπον, ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστι· δηλονότι, ὡς εἶπεν ἡ σύνοδος, οὐκ ἐξ ἄλλης οὐσίας ἐστὶν ἀλλὰ τῆς τοῦ πατρός, ἧς ἐστι καὶ ταῦτα ἴδια. τὸ δὲ τῆς τοῦ πατρὸς οὐσίας ἴδιον καὶ ἐξ αὐτῆς γέννημα, τί ἂν εἴη ἢ πῶς ἄν τις ὀνομάσειεν αὐτὸ ἢ ὁμοούσιον; ἃ γὰρ βλέπει τις ἐν τῷ πα­τρί, ταῦτα βλέπει καὶ ἐν τῷ υἱῷ· υἱῷ δὲ οὐκ ἐκ μετουσίας, ἀλλὰ κατ᾿ οὐσίαν. καὶ τοῦτό ἐστιν· »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέ­ρα«. ἄλλως τε καὶ ἐκ τούτου πάλιν καλὸν δεικνύναι τὴν ἀφροσύνην αὐ­τῶν. εἰ ἐξ ἀρετῆς, ᾗ ἕπεται τὸ θέλειν καὶ τὸ μὴ θέλειν καὶ τρόπων βελτίωσις, ὅμοι­ος καθ᾿ ὑμᾶς ὁ υἱός ἐστι τῷ πατρί - ταῦτα δὲ ποιότητος ἴδια -, δηλονότι σύνθε­τον τὸν θεὸν ἐκ ποιότητος καὶ οὐσίας λέγετε. καὶ τίς ὑμῶν ἀνέξεται ταῦτα λεγόν­των; οὐ γὰρ σύνθετος ὁ θεὸς ὁ »τὰ πάντα εἰς τὸ εἶναι« συντεθεικὼς οὐδὲ τοιοῦ­τος οἷά ἐστι τὰ παρ᾿ αὐτοῦ διὰ τοῦ λόγου γενόμενα. μὴ γένοιτο· ἁπλῆ γάρ ἐστιν οὐσία, ἐν ᾗ οὐκ ἔνι ποιότης οὐδέ, ὡς εἶπεν ὁ ᾿Ιάκωβος, »παραλλαγή τις ἢ τροπῆς ἀπο­σκίασμα«. οὐκοῦν εἰ δείκνυται οὐκ ἐξ ἀρετῆς - οὐ γὰρ ποιότης ἐν τῷ θεῷ οὔτε ἐν τῷ υἱῷ -, δηλονότι τῆς οὐσίας ἴδιος ἂν εἴη. καὶ τοῦτο πάντως ὁμολογή­σετε, εἰ μὴ τέλεον τὸ νοεῖν ἀπώλετο ἐν ὑμῖν. τὸ δὲ ἴδιον καὶ ταὐτὸν τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἐξ αὐτῆς γέννημα φύσει τυγχάνον τί ἂν εἴη ἢ πάλιν καὶ κατὰ τοῦτο ὁμοούσιον τῷ γεννήσαντι; τοῦτο γὰρ υἱοῦ πρὸς πατέρα γνώρισμα. καὶ ὁ μὴ τοῦτο λέγων, οὐ φρονεῖ φύσει καὶ ἀληθῶς υἱὸν εἶναι τὸν λόγον.

9 Οὕτω νοήσαντες οἱ πατέρες ἔγραψαν ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ ἀνεθεμάτισαν τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως εἶναι τὸν υἱὸν οὐχ ἑαυτοῖς πλασάμενοι λέξεις, ἀλλὰ καὶ αὐτοὶ ἀπὸ τῶν πρὸ αὐτῶν πατέρων μαθόντες, καθ­άπερ εἴπομεν. τούτων δὲ οὕτω δεικνυμένων περιττὴ αὐτῶν ἡ ᾿Αρίμηνος, περιττὴ καὶ ἡ ἄλλη παρ᾿ αὐτῶν ὀνομαζομένη περὶ πίστεως σύνοδος. ἀρκεῖ γὰρ ἡ ἐν Νι­καίᾳ σύμφωνος οὖσα καὶ τοῖς ἀρχαίοις ἐπισκόποις, ἐν ᾗ καὶ οἱ πατέρες αὐτῶν ὑπέγραψαν, οὓς αἰδεῖσθαι τούτους ἔπρεπεν, ἵνα μὴ πάντα μᾶλλον ἢ Χριστιανοὶ νομισθῶσιν. εἰ δὲ καὶ μετὰ τοσαῦτα μετὰ τὴν μαρτυρίαν τῶν ἀρχαίων ἐπισκό­πων καὶ μετὰ τὴν ὑπογραφὴν τῶν ἰδίων πατέρων προσποιοῦνται ὡς ἀγνοοῦντες τὴν λέξιν φοβεῖσθαι τοῦ ὁμοουσίου, εἰπάτωσαν καὶ φρονείτωσαν ἁπλούστερον μὲν τὸν υἱὸν φύσει καὶ ἀληθῶς υἱόν, ἀναθεματισάτωσαν δέ, ὡς παρήγγειλεν ἡ σύν­οδος, τοὺς λέγοντας κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων ἢ ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ ὅτι ἄτρεπτος καὶ ἀναλλοίωτός ἐστι καὶ οὐκ ἐξ ἑτέρας ὑποστάσεως, καὶ οὕτω φευγέτωσαν ἀπὸ τῆς ἀρειανῆς αἱρέσεως. καὶ θαρροῦμεν, ὅτι γνησίως ταῦτα ἀναθεματίζοντες ὁμολογοῦσιν εὐθὺς ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες ὁμοούσιον εἶναι τὸν υἱὸν ἐπήγαγον εὐθύς· τοὺς δὲ λέγοντας κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων ἢ ἦν ποτε ὅτε οὐκ ἦν ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία, ἵνα διὰ τούτων γνωρίσωσιν, ὅτι ταῦτα σημαίνει τὸ ὁμοούσιον καὶ ἡ τοῦ ὁμοουσίου δύναμις γινώσκεται ἐκ τοῦ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν υἱὸν καὶ ὅτι ὁ λέγων ὁμοούσιον οὐ φρονεῖ κτίσμα εἶναι τὸν λόγον καὶ ὁ ἀναθεματίζων τὰ προειρημένα ὁμοούσιον ἅμα φρονεῖ εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ ὁ ὁμοούσιον λέγων γνήσιον καὶ ἀληθινὸν λέγει τὸν υἱὸν τοῦ θεοῦ καὶ ὁ γνήσιον λέγων νοεῖ τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »ὁ ἑωρα­κὼς ἐμὲ ἑώρακε τὸν πατέρα«.

10 ῎Επρεπε μὲν οὖν διὰ πλειόνων τὰ τοιαῦτα γράφειν, ἐπειδὴ δὲ πρὸς εἰδότας ὑμᾶς γράφομεν, διὰ τοῦτο συντόμως ὑπηγορεύσαμεν εὐχόμενοι παρὰ πᾶσι σώ­ζεσθαι »τὸν σύνδεσμον τῆς εἰρήνης« καὶ πάντας τοὺς τῆς καθολικῆς ἐκκλησίας »τὸ αὐτὸ λέγειν«, »τὸ αὐτὸ φρονεῖν«. καὶ οὐχ ὡς διδάσκοντες ἀλλ᾿ ὡς ὑπομι­μνή­σκοντές ἐσμεν. ἐσμὲν δὲ οὐχ ἡμεῖς οἱ γράφοντες μόνοι, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐνενήκοντά που ἐπίσκοποι. πάντων γὰρ ἕν ἐστι τοῦτο φρόνημα καὶ ὑπὲρ ἀλλήλων ἀεὶ ὑπογράφομεν, ἐὰν συμβῇ τινα μὴ παρεῖναι. οὕτως οὖν διακείμενοι, ἐπειδὴ συνέβη συνελθεῖν ἡμᾶς, ἐγράψαμεν καὶ τῷ ἀγαπη­τῷ ἡμῶν Δαμάσῳ τῷ ἐπισκόπῳ τῆς μεγάλης ῾Ρώμης περὶ Αὐξεντίου τοῦ ἐπελθόν­τος τῇ ἐν Μεδιολάνῳ ἐκκλησίᾳ διηγούμενοι τὰ κατ᾿ αὐτόν, ὅτι τε οὐ μόνον τῆς ἀρειανῆς αἱρέσεώς ἐστι κοινωνός, ἀλλὰ καὶ ὑπεύθυνός ἐστι πολλοῖς κακοῖς πράξας ταῦτα μετὰ Γρηγορίου τοῦ κοινωνοῦ τῆς ἀσεβείας αὐτοῦ, καὶ θαυ­μάζοντες, πῶς μέχρι νῦν οὐ καθῃρέθη καὶ ἐκβέβληται τῆς ἐκκλησίας, καὶ χάριν ὡμολογήσαμεν τῇ θεοσεβείᾳ αὐτοῦ τε καὶ τῶν συνελθόντων ἐν τῇ μεγάλῃ ῾Ρώμῃ, ὅτι καὶ τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας ἐκβάλλοντες ἔσω­σαν τὴν ὁμοψυχίαν τῆς καθολικῆς ἐκκλησίας· ἣν καὶ παρ᾿ ὑμῖν εὐχόιμενοι σώ­ζεσθαι παρακαλοῦμεν μὴ ἀνέχεσθαι, καθὰ προείπομεν, τῶν προβαλ­λομένων ὄχλον συνόδων προφάσει πίστεως, τὴν ἐν ᾿Αριμήνῳ, τὴν ἐν Σιρμίῳ, τὴν ἐν τῇ ᾿Ισαυρίᾳ, τὴν ἐν τῇ Θρᾴκῃ, τὰς ἐν Κωνσταντινουπόλει, τὰς ἐν ᾿Αντιοχείᾳ πολλὰς καὶ ἀτά­κτους. ἀλλὰ μόνον κρατείτω παρ᾿ ὑμῖν ἡ ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολο­γηθεῖσα πίστις, ἐν ᾗ καὶ πάντες καὶ τῶν νῦν μαχομένων πρὸς αὐτὴν παρ­ῆσαν πατέρες, καθὰ προείπομεν, καὶ ὑπέγραψαν, ἵνα καὶ περὶ ἡμῶν ὁ ἀπόστολος εἴπῃ· »ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρ­έδωκα ὑμῖν τὰς παρα­δόσεις οὕτω κατέχετε.«

11 Αὕτη γὰρ ἡ ἐν Νικαίᾳ σύνοδος ἀληθῶς στηλογραφία κατὰ πάσης αἱρέσεώς ἐστιν. αὕτη καὶ τοὺς βλασφημοῦντας εἰς τὸ πνεῦμα τὸ ἅγιον καὶ λέγοντας αὐτὸ κτίσμα ἀνατρέπει. εἰρηκότες γὰρ οἱ πατέρες περὶ τῆς εἰς τὸν υἱὸν πίστεως ἐπήγα­γον εὐθύς· πιστεύομεν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἵνα τελείαν καὶ πλήρη τὴν εἰς τὴν ἁγίαν τριάδα πίστιν ὁμολογήσαντες τὸν χαρακτῆρα τῆς ἐν Χριστῷ πίστεως καὶ τὴν διδασκαλίαν τῆς καθολικῆς ἐκκλησίας ἐν τούτῳ γνωρίσωσι. δῆλον γὰρ καὶ παρ᾿ ὑμῖν καὶ παρὰ πᾶσι καθέστηκε καὶ οὐδεὶς ἂν Χριστιανῶν ἀμφίβολον εἰς τοῦτο σχοίη τὴν διάνοιαν, ὡς οὐκ ἔστιν ἡμῶν ἡ πίστις εἰς τὴν κτίσιν, ἀλλ᾿ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν <καὶ> εἰς ἕνα κύριον ᾿Ιησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ <καὶ> εἰς ἓν πνεῦμα ἅγιον· ἕνα θεὸν τὸν ἐν τῇ ἁγίᾳ καὶ τελείᾳ τριάδι γινωσκόμενον, εἰς ἣν καὶ βαπτι­ζόμενοι καὶ ἐν ταύτῃ συναπτόμενοι τῇ θεότητι πιστεύομεν καὶ κληρονομῆσαι βασι­λείαν οὐρανῶν ἐν Χριστῷ ᾿Ιησοῦ τῷ κυρίῳ ἡμῶν, δι᾿ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ἐρρῶσθαι ὑμᾶς καὶ μνημονεύειν ἡμῶν ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινό­τατοι.

Rechtliches

<a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/"><img alt="Creative Commons Lizenzvertrag" style="border-width:0" src="88x31.png" ></a><br /><span xmlns:dct="http://purl.org/dc/terms" href="http://purl.org/dc/dcmitype/Text" property="dct:title" rel="dct:type">Epistula ad Afros (Lesetext)</span> von <span xmlns:cc="http://creativecommons.org/ns#" property="cc:attributionName">H.C. Brennecke/U. Heil/A. v. Stockhausen</span> steht unter einer <a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/">Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz</a>.<br >Beruht auf einem Inhalt unter <a xmlns:dct="http://purl.org/dc/terms" href="http://www.degruyter.com/view/product/61514" rel="dct:source">http://www.degruyter.com/view/product/61514</a>.

zurück

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap