Athanasius Werke | Arbeitsstelle Erlangen/Wien

Apologia ad Constantium

Apologia ad Constantium

Einleitung

In dem in den Handschriften als Apologia ad Constantium überlieferten Text scheinen zwei ur­sprüng­lich voneinander unabhängige Schriften an den Kaiser redaktionell oder durch mechanischen Verlust vereinigt worden zu sein. Auch bei den zitierten bzw. ausgefallenen Urkunden (19,6; 23; 30; 31) ist redaktionelle Tätigkeit festzustellen. Die erste dieser fragmentarischen Schriften reicht von Kap. 1‑26, die zweite von Kap. 27‑35. Beide zeigen enge literarische und argumentative Beziehungen zur Apologia secunda und zur Historia Arianorum. In der ersten Schrift verteidigt sich Athanasius gegen vier vor dem Kaiser gegen ihn erhobene Ankla­gen: 1. Aufhetzung des Constans gegen seinen Bruder Constantius (2‑5); 2. Konspiration mit dem Usurpa­tor Magnentius (6‑13); 3. Vorzeitige Nut­zung der von Constantius gestifteten „großen Kirche“ in Alexandrien (14‑18); 4. Weigerung des Athanasius, der Vorladung an den Hof des Constantius Folge zu leisten (19‑26). Diese Schrift gehört mit großer Wahrscheinlichkeit in den Zusammenhang der Pläne einer Gesandtschaft der Alexandriner an den Kaiser (vgl. h.Ar. 81,5) bald nach der Flucht des Athanasius am 8./9. Februar 356; sie wurde nach 26,6 außerhalb Alexandriens abgefaßt. In der zwei­ten Schrift begründet Athanasius in Parallele zur Apologia de fuga, warum er nach seiner Flucht aus Furcht um sein Leben der Vorladung des Constantius noch immer nicht Folge geleistet hat: 1. Wegen der Verbannung seiner abendländischen Anhänger nach der Syno­de von Mailand in den Jahren 355 und 356 (27,1‑3); 2. wegen der Verfolgung der Bischöfe Ägyptens und Libyens im Mai 357 (27,4‑29,2); 3. wegen des Briefes des Constantius mit der Aufforderung, Frumentius von Axum auszuliefern und nach Athanasius zu fahnden (29,3‑4). Diese Schrift scheint nach 35,1f. eine für Athanasius günstigere Lage vorauszusetzen und gehört daher eventuell in die Zeit zwischen der Vertreibung Georgs aus Alexandrien am 2. Oktober 358 und Weihnachten 358, als der Dux Sebastia­nus die Anhänger des Athanasius erneut aus den Kirchen vertrieb (vgl. h.Ath. 2,4).

Vgl. auch Brennecke, Hanns Christof. „Zwei Apologien des Athanasius an Kaiser Constantius II.“ ZAC 10 (2006): 67–85.

Text

Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον

1᾿Εκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανὸν καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι. τοῖς γὰρ τοῦ μακαρίου Παύλου λό­γοις χρώμενος αὐτόν σοι πρεσβευτὴν ὑπὲρ ἐμαυτοῦ ποιοῦμαι εἰδὼς αὐτὸν μὲν κήρυκα τῆς ἀληθείας, σὲ δὲ τῶν αὐτοῦ ῥημάτων φιλήκοον, θεοφιλέ­στατε Αὔγου­στε. περὶ μὲν οὖν τῶν ἐκκλησιαστικῶν καὶ τῆς κατ᾿ ἐμοῦ γενομένης συσκευῆς αὐτάρκη τὰ γραφέντα παρὰ τῶν τοσούτων ἐπισκόπων μαρτυρῆσαι τῇ σῇ εὐλα­βείᾳ, ἱκανὰ δὲ καὶ τὰ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος δεῖξαι πᾶσιν, ὅτι μηδέν, ὧν ἐπέστησαν καθ᾿ ἡμῶν, εἶχεν ἀληθές <τι> . τί γὰρ τοσοῦτον ἄλλοι δύναν­ται μαρτυρεῖν, ὅσον οὗτοι γράφοντες εἰρήκασιν· »ἐψευσάμεθα, ἐπλασάμεθα καὶ πάντα τὰ κατὰ ᾿Αθανασίου συκοφαντίας γέμει.« προσθήκη δὲ πρὸς φανερὰν ἀπόδειξιν, εἰ καταξιώσειας μαθεῖν, ὅτι παρόντων μὲν ἡμῶν οὐδὲν ἀπέδειξαν οἱ κατηγοροῦν­τες κατὰ Μακαρίου τοῦ πρεσβυτέρου, ἀπόντων δὲ ἡμῶν κατὰ μόνας ἔπραξαν ἅπερ ἠθέλησαν. τὰ δὲ τοιαῦτα προηγουμένως μὲν ὁ θεῖος νόμος, ἔπειτα δὲ καὶ οἱ ἡμέτεροι νόμοι μηδεμίαν ἔχειν δύναμιν ἀπεφήναντο. ἀπὸ μὲν οὖν τούτων οἶδα ὅτι καὶ ἡ σὴ εὐσέβεια φιλαλήθης οὖσα καὶ φιλόθεος ἡμᾶς μὲν ἐλευθέ­ρους ἀπὸ πάσης ὑποψίας συνορᾷ, τοὺς δὲ καθ᾿ ἡμῶν γενομένους συκοφάντας ἀποφαίνει.

2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ᾿ ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰώνιον Κώνσταντα τὸν ἀδελφόν σου - τοῦτο γὰρ οἱ ἐχθροὶ θρυλοῦσι καὶ γράψαι τετολμήκασιν - ἱκανὰ τὰ πρῶτα δεῖξαι καὶ ταῦτα μὴ ἀληθῆ. εἰ μὲν γὰρ ἄλλοι τινὲς ἦσαν οἱ τοῦτο λέγοντες, δικάσιμον ἦν τὸ πρᾶγμα χρεία τε πολλῆς ἀποδείξεως καὶ τῶν εἰς πρόσ­ωπον ἐλέγχων· εἰ δὲ οἱ τὰ πρῶτα πλάσαντες αὐτοὶ καὶ ταῦτα συνέθη­καν, πῶς οὐκ ἐξ ἐκείνων εἰκότως καὶ ταῦτα πεπλασμένα δείκνυται; διὰ τοῦτο γὰρ πάλιν κατὰ μόνας λαλοῦσι νομίζοντες ὑφαρπάζειν δύνασθαι τὴν σὴν θεοσέβειαν. ἀλλ᾿ ἐσφάλησαν· οὐ γὰρ ὡς ἠθέλησαν ἤκουσας, ἀλλὰ τῇ μακρο­θυμίᾳ δέδωκας καὶ ἡμῖν χώραν ἀπολογεῖσθαι. τὸ γὰρ μὴ παραυτὰ κινηθῆναι καὶ τιμωρίαν ἀπαιτῆσαι οὐδὲν ἦν ἕτερον ἢ ὡς δίκαιον βασιλέα περιμεῖναι καὶ τὴν τοῦ διαβληθέντος ἀπο­λογίαν· ἧς ἐὰν καταξιώσῃς ἀκοῦσαι, τεθάρσηκα ὡς καὶ ἐν τούτοις καταγνώσῃ τῶν προπετευσαμένων καὶ μὴ φοβηθέντων τὸν θεὸν ἐντειλάμενον »μηδὲν ψεῦδος ἀπὸ στόματος βασιλεῖ λέγεσθαι«.

3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. οἶδε γὰρ ἀκριβῶς, ὅτι τε αὐτὸς ψεύδεται καὶ οὔτε ἐμάνην ἐγὼ οὔτε τῶν φρενῶν ἐξέστηκα, ἵνα κἂν ὡς ἐνθυμηθείς τι τοιοῦτον ὑπονοηθῶ. διὸ οὐδ᾿ ἂν ἄλλοις ἐρωτῶσιν ἀπεκρινά­μην, ἵνα μηδὲ ἐν τῷ χρόνῳ τῆς ἀπολογίας οἱ ἀκούοντες κρεμαμένην ἔχωσι τὴν διάνοιαν, τῇ δὲ σῇ εὐσεβείᾳ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἀπολογοῦ­μαι καὶ τὴν χεῖρα ἐκτείνας, ὃ μεμάθηκα παρὰ τοῦ ἀποστόλου, »μάρτυρα τὸν θεὸν ἐπικαλοῦ­μαι ἐπὶ τὴν ἐμαυτοῦ ψυχήν«. καί, ὡς γέγραπται ἐν ταῖς βασιλι­καῖς ἱστορίαις »μάρτυς κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ«, κἀμοὶ συγχώρη­σον εἰπεῖν· οὐδεπώποτε περὶ τῆς σῆς εὐσεβείας κακῶς ἐμνημόνευσα παρὰ τῷ ἀδελφῷ σου τῷ τῆς μακαρί­ας μνήμης Κώνσταντι τῷ εὐσεβεστάτῳ Αὐγούστῳ· οὐ παρώξυνα τοῦτον, ὡς οὗτοι διαβεβλήκασιν, ἀλλ᾿ εἴ ποτε καὶ εἰσελθόντων ἡμῶν πρὸς αὐτὸν ἐμνημόνευ­σεν αὐτὸς τῆς σῆς φιλανθρωπίας - ἐμνημόνευσε δὲ καὶ ὅτε οἱ περὶ Θάλα­σσον ἦλθον εἰς τὴν Πιτυβίωνα καὶ ἡμεῖς ἐν τῇ ᾿Ακυληίᾳ διετρίβομεν -, μάρτυς ὁ κύριος, ὅπως ἐμνημόνευον ἐγὼ τῆς σῆς θεοσεβείας καὶ ταῦτα ἔλεγον, ἅπερ ὁ θεὸς ἀπο­καλύψει τῇ σῇ ψυχῇ, ἵνα καταγνῷς τῆς συκο­φαντίας τῶν με διαβαλλόντων παρὰ σοί. συγχώρησον εἰπόντι μοι ταῦτα, φιλ­ανθρωπότατε Αὔγουστε, καὶ πολ­λήν μοι συγγνώμην δός. οὐ γὰρ οὕτως ἦν εὐχερὴς ὁ φιλόχριστος ἐκεῖνος οὐδὲ τηλικοῦ­τος ἤμην ἐγώ, ἵνα περὶ τοιούτων ἐκοινολογούμεθα καὶ ἀδελφὸν ἀδελφῷ διέβαλλον ἢ παρὰ βασιλεῖ περὶ βασιλέως κακῶς μνημονεύσω. οὐ μαίνομαι, βασιλεῦ, οὐδὲ ἐπελαθόμην τῆς θείας φωνῆς λεγούσης· »καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ καὶ ἐν ταμεί­οις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σου τὴν φωνὴν καὶ ὁ τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου«. εἰ δὲ καὶ τὰ κατ᾿ ἰδίαν λεγόμενα καθ᾿ ὑμῶν τῶν βασιλέων οὐ κρύπτεται, πῶς οὐκ ἄπιστον, εἰ παρόντος βασιλέως καὶ τοσούτων ἑστώτων ἔλεγον κατὰ σοῦ; οὐ γὰρ μόνος ἑώρακά ποτε τὸν ἀδελφόν σου οὐδὲ μόνῳ μοί ποτε ἐκεῖνος ὡμίλη­σεν, ἀλλ᾿ ἀεὶ μετὰ τοῦ ἐπισκόπου τῆς πόλεως ἔνθα ἦν καὶ ἄλλων τῶν ἐκεῖ παρα­τυγχανόν­των εἰσηρχόμην κοινῇ τε αὐτὸν ἐβλέπομεν καὶ κοινῇ πάλιν ἀνεχωροῦμεν. δύναται Φουρτουνατιανὸς ὁ τῆς ᾿Ακυληίας ἐπίσκο­πος μαρτυρῆσαι περὶ τούτου, ἱκανός ἐστιν ὁ πατὴρ ῞Οσιος εἰπεῖν καὶ Κρισπῖνος ὁ τῆς Πατάβων καὶ Λούκιλ­λος ὁ ἐν Βερωνὶ καὶ Διονύσιος ὁ ἐν ῎Ηλιδι καὶ Βικέντιος ὁ ἐν Καμπανίᾳ ἐπίσκο­πος. καὶ ἐπειδὴ τετελευτήκασι Μαξιμῖνος ὁ Τριβέρεως καὶ Προτάσιος ὁ τῆς Μεδιολάνου, δύναται καὶ Εὐγένιος ὁ γενόμενος μάγιστρος μαρ­τυρῆσαι· αὐτὸς γὰρ εἱστήκει πρὸ τοῦ βήλου καὶ ἤκουεν ἅπερ ἠξιοῦμεν αὐτὸν καὶ ἅπερ αὐτὸς κατηξίου λέγειν ἡμῖν. ταῦτα τοίνυν εἰ καὶ ἱκανὰ πρὸς ἀπόδειξίν ἐστι, συγ­χώρησον ὅμως διηγήσασθαι καὶ τὸν λογισμὸν τῆς ἀποδημίας, ἵνα καὶ ἐκ τού­των καταγνῷς τῶν διαβαλλόν­των ἡμᾶς μάτην.

4᾿Εξελθὼν ἀπὸ τῆς ᾿Αλεξανδρείας οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν ῾Ρώμην ἀνῆλθον καὶ τῇ ἐκκλησίᾳ τὰ κατ᾿ ἐμαυτὸν παραθέμενος - τούτου γὰρ μόνου μοι φροντὶς ἦν - ἐσχόλαζον ταῖς συνά­ξεσι. τῷ ἀδελφῷ σου οὐκ ἔγραψα ἢ μόνον, ὅτε οἱ περὶ Εὐσέβιον ἔγραψαν αὐτῷ κατ᾿ ἐμοῦ καὶ ἀνάγκην ἔσχον ἔτι ὢν ἐν τῇ ᾿Αλεξανδρείᾳ ἀπο­λογήσασθαι, καὶ ὅτε πυκτία τῶν θείων γραφῶν κελεύσαντος αὐτοῦ μοι κατα­σκευάσαι, ταῦτα ποιήσας ἀπέστειλα· χρὴ γὰρ ἀπολογούμενόν με ἀληθεύειν τῇ σῇ θεοσεβείᾳ. τριῶν τοίνυν ἐτῶν παρελθόντων <τῷ τετάρ>τῳ ἐνιαυτῷ γράφει κελεύσας ἀπαντῆ­σαί με πρὸς αὐτόν· ἦν δὲ ἐν τῇ Μεδιολάνῳ. ἐγὼ δὲ διερωτῶν τὴν αἰτίαν - οὐ γὰρ ἐγίνωσκον, μάρτυς ὁ κύριος - ἔμαθον, ὅτι ἐπίσκοποί τινες ἀνελιθόντες ἠξίωσαν αὐτὸν γράψαι τῇ σῇ εὐσεβείᾳ, ὥστε σύνοδον γενέσθαι. πίστευε, βασιλεῦ, οὕτω γέγονε καὶ οὐ ψεύδομαι. κατελθὼν τοίνυν εἰς τὴν Μεδιόλανον εἶδον πολλὴν φιλανθρωπίαν· κατηξίωσε γὰρ ἰδεῖν με καὶ εἰπεῖν ὅτι ἔγραψε καὶ ἀπέστειλε πρὸς σὲ ἀξιῶν σύνοδον γενέσθαι. διάγοντα δέ με ἐν τῇ προειρημένῃ πόλει μετεπέμψατο πάλιν εἰς τὰς Γαλλίας - ἐκεῖ γὰρ καὶ ὁ πατὴρ ῞Οσιος ἤρχετο -, ἵνα ἐκεῖθεν εἰς τὴν Σαρδικὴν ὁδεύσωμεν. μετὰ δὲ τὴν σύν­οδον ἐν τῇ Ναισσῷ μοι διάγοντι γράφει, καὶ ἀνελθὼν ἐν ᾿Ακυληίᾳ λοιπὸν διέτρι­βον, ἔνθα με τὰ γράμματα τῆς σῆς θεοσε­βείας κατέλαβον, κἀκεῖθεν κληθεὶς πάλιν παρὰ τοῦ μακαρίτου καὶ ἀνελθὼν εἰς τὰς Γαλλίας οὕτως ἦλθον παρὰ τὴν σὴν εὐσέβειαν.

5 Ποῖον τοίνυν τόπον ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρη­κέναι διέβαλλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα, οἷα ὡς εἰπόντος μου κατεψεύσατο; ἢ τίς ἐστιν ὁ τούτῳ συνηγορῶν καὶ μαρτυρῶν; »ἃ γὰρ εἶδον οἱ ὀφθαλμοὶ αὐτοῦ, ταῦτα καὶ λέγειν ὀφείλει«, ὡς ἡ θεία γραφὴ παρήγγειλεν. οὐδένα μὲν οὖν οὗτος εὑρήσει μάρτυρα τῶν μὴ γενομένων, ἐγὼ δέ, ὅτι οὐ ψεύδο­μαι, μάρτυρα μετὰ τῆς ἀληθείας καὶ τὴν σὴν εὐσέβειαν ἔχω. ἀξιῶ γὰρ γινώσκων σε μνημονικώτατον ἀναμνησθῆναι τῶν λόγων, ὧν ἀνέ­φερον τότε, ὅτε κατηξίωσας ἰδεῖν με - πρῶτον μὲν ἐν Βιμινακίῳ, δεύτερον δὲ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ τρίτον ἐν ᾿Αντιοχείᾳ -, εἰ κἂν τῶν περὶ Εὐσέ­βιον τῶν με λυπησάντων κακῶς ἐμνημόνευσα παρὰ σοί, εἰ διέβαλόν τινας τῶν ἀδικησάντων με. εἰ δὲ μηδὲ καθ᾿ ὧν ἔδει με λέγειν τούτους διέβαλον, ποίαν εἶχον μανίαν βασιλέα βασιλεῖ διαβάλλειν καὶ ἀδελφὸν ἀδελφῷ συγκροῦσαι; παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι ἢ κατάγνωθι τῶν διαβολῶν καὶ μίμησαι τὸν Δαυὶδ λέγοντα· »τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον«. τὸ μὲν γάρ, ὅσον εἰς αὐτοὺς ἧκε, »στόμα καταψευσάμενον ἀνεῖλε ψυχήν«, ἡ δὲ σὴ μακροθυμία νενίκηκε παρα­σχοῦ­σα παρρησίαν ἀπολογί­ας, ἵνα καὶ καταγνωσθῆναι δυνηθῶσιν ὡς φιλόνεικοι καὶ συκοφάνται.

6 Περὶ μὲν οὖν τοῦ εὐσεβεστάτου σου ἀδελφοῦ τοῦ τῆς μακαρίας μνήμης ταῦ­τα· δύνασαι γὰρ κατὰ τὴν δοθεῖσάν σοι σοφίαν παρὰ θεοῦ προλαμβάνειν τὰ πολλὰ ἐκ τῶν ὀλίγων τούτων καὶ γινώσκειν τὴν πλασθεῖσαν κατηγορίαν. περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ - τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι -, παρακαλῶ, ὡς θέλεις καὶ δι᾿ ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνά­κρινε. ἡ γὰρ ὑπερ­βολὴ τῆς διαβολῆς ἐξίστησί με καὶ εἰς πολλὴν ἀφασίαν ἄγει. καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ᾿ ἐμαυτὸν λογιζόμενος ἠπίστ­ουν, εἰ ἄρα τις ἐμάνη τοσοῦτον ὥστε καὶ τοιαῦτα ψεύσασθαι. ἐπειδὴ δὲ παρὰ τῶν ᾿Αρειανῶν ἐθρυλεῖτο καὶ τοῦτο καὶ ὡς αὐτοὶ δεδωκότες ἀντίγραφον ἐπι­στολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως καὶ ἀύπνους νύκτας διατελῶν ὡς πρὸς παρόντας τοὺς κατ­ειπόντας ἐμαχόμην καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην καὶ ηὐχόμην εὐθὺς στενάζων μετὰ δακρύων εὑρεῖν τὰς σὰς ἀκοὰς εὐμενεῖς. ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ κυρίου ταύτας εὑρὼν πάλιν ἀπορῶ, ποίαν ἀρχὴν τῆς ἀπολογίας ποιή­σομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. ὅλως μὲν γὰρ περὶ τοῦ μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς συκοφάνταις ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν καὶ περὶ ἡμῶν ἠξίου <γρά­φειν πρὸς> τὴν σὴν ἀδελφικὴν διάθεσιν καὶ παρόντας μὲν ἐτίμα πολλάκις καὶ ἀπόν­τας δὲ μετεπέμ­πετο· τὸν δὲ διάβολον Μαγνέντιον - »μάρτυς ὁ κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ« - οὔτε γινώσκω οὔτε ὅλως ἠπιστάμην αὐτόν. ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ; ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον γράφων αὐτῷ; ὅτι »τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε ἐπιλαθοίμην, τοῦτον φονεύ­σας καλῶς ἐποίη­σας, καὶ ἀποδέχομαί σε τοὺς γνωρί­μους ἡμῶν Χριστιανοὺς καὶ πιστο­τάτους ἄν­δρας ἀνελόντα, καὶ θαυμάζομέν σε σφάξαντα τοὺς ἐν ῾Ρώμῃ γνη­σίως ἡμᾶς ὑπο­δεξαμένους« , τὴν μακαρίαν σου θείαν τὴν ἀληθῶς εὔτροπον καὶ ᾿Αβουρή­ιον τὸν γνήσιον ἐκεῖνον καὶ Σπειράντιον τὸν πιστότατον καὶ ἄλλους πολ­λοὺς καλούς;

7 ῏Αρ᾿ οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορόν ἐστι μανικόν; τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ; ὅτι τὸν ἴδιον δεσπότην ἀνεῖλε καὶ περὶ τοὺς ἑαυτοῦ φίλους ἄπιστος γέγονε καὶ ὅρ­κους μὲν παρέβη, εἰς δὲ τὸν θεὸν ἠσέβησε φαρμακοὺς καὶ ἐπαοιδοὺς ἐπιβοῶν κατὰ τῆς τοῦ θεοῦ κρίσεως; ποίῳ δὲ συνειδότι χαίρειν ἔλεγον τούτῳ, οὗ ἡ μανία καὶ ἡ ὠμότης οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν καθ᾿ ἡμᾶς οἰκουμένην ἐλύπησε; μεγάλην γε χάριν καὶ πολλὴν ἐκ τούτων ὤφειλον τούτῳ, ὅτι ὁ μὲν μακα­ρίτης ἀδελφός σου τὰς ἐκκλησίας ἀναθημάτων ἐπλήρωσεν, οὗτος δὲ αὐτὸν ἀπο­στέλλοντα πεφόνευκε. καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη οὔτε τὴν δοθεῖ­σαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται, ἀλλ᾿ ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς ἐμάνη κατ᾿ αὐτοῦ. τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον, ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος κατὰ τὸν Κάιν »στένων καὶ τρέμων« ἐδιώκετο, ἵνα καὶ τὸν ᾿Ιούδαν ἐν τῷ θανάτῳ μιμήσηται δήμιος καθ᾿ ἑαυτοῦ γινό­μενος καὶ διπλῆν ἐποίσηται καθ᾿ ἑαυτοῦ τὴν τιμωρίαν ἐν τῇ μετὰ ταῦτα κρίσει.

8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι. ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ᾿ ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς ὅτι κατεψεύσατο. ἐβου­λόμην δὲ αὐτόν, ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι καὶ ἐπ᾿ αὐτῆς τῆς ἀληθείας ἐρωτῆσαι - ἃ γὰρ ὡς θεοῦ παρόντος λαλοῦμεν, τοῦτον ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί. πότε­ρος ἡμῶν ἔχαιρε τοῦ μακαρίτου Κώνσταντος ζῶντος καὶ τίς μᾶλλον ηὔχετο, καὶ ἡ πρώτη διαβολὴ δείκνυσι καὶ παντὶ τοῦτο δῆλόν ἐστιν. εἰ δὲ καὶ αὐτός, οἶδεν ἀκριβῶς, ὅτι, τῶν οὕτω διακειμένων καὶ εἴ τις ἠγάπα τὸν μακαρίτην Κών­σταντα, οὐκ ἐγίνετο φίλος τῷ κατ᾿ ἐκείνου γενομένῳ· εἰ δὲ ἄλλως διέκειτο ἢ ὡς ἡμεῖς, φοβοῦμαι μὴ ἅπερ ὁ μισῶν ἐκεῖνον ἐντεθύμηται, ταῦτα κατεψεύσατο κατ᾿ ἐμοῦ.

9᾿Εγὼ μὲν οὖν ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τις εἰς ἐμὲ περὶ τούτου γένηται. σοὶ δέ, φιλάληθες βασιλεῦ, θαρρῶν ἀπολογοῦ­μαι. παρακαλῶ, καθὰ προεῖπον, ἐξέταζε καὶ μάλιστα μάρτυρας ἔχων τοὺς ἀποσταλέν­τας ποτὲ παρ᾿ ἐκείνου πρὸς μὲ πρέσβεις· εἰσὶ δὲ Σαρβάτιος καὶ Μάξιμος οἱ ἐπί­σκοποι καὶ οἱ σὺν αὐτοῖς καὶ Κλημέντιος καὶ Βάλης. μάθε, παρακαλῶ, εἰ γράμ­ματά μοι κεκομίκασιν. ταῦτα γὰρ παρεῖχε πρόφασιν κἀμοὶ τοῦ γράφειν ἐκείνῳ. εἰ δὲ μὴ ἔγραψε μηδὲ ἐγίνωσκέ με, πῶς ἔγραφον ἐγὼ μὴ ἐπιστάμενος αὐτόν; ἐρώ­τησον, εἰ μὴ ἑωρακὼς τοὺς περὶ Κλημέντιον ἐμνήσθην τοῦ τῆς μακαρίας μνήμης <Κώνσταντος> καὶ κατὰ τὸ γεγραμμένον »ἐν δάκρυσί μου τὰ ἱμάτια διέβρεχον« ἐνθυμούμενος τὴν φιλανθρωπίαν καὶ τὴν φιλόχριστον αὐτοῦ ψυχήν. μάθε, πῶς ἀκούσας περὶ τῆς ὠμότητος τοῦ θηρίου καὶ ἰδὼν τοὺς περὶ Βάλεντα διὰ τῆς Λιβύης ἐλθόντας ἐφοβούμην, μὴ κἀκεῖνος περάσαι τολμήισῃ καὶ ὡς λῃστὴς φονεύ­σῃ τοὺς ἀγαπῶντας καὶ μνημονεύοντας τοῦ μακα­ρί<τ>ου ὧν ἐμαυτὸν οὐδενὸς εἶναι δεύτερον τίθημι.

10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους <ἔγραψα αὐτῷ> καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δὲ τὸν ἀδελφὸν ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον ἐλυπούμην; ἀλλ᾿ ἐκείνου μὲν τῆς παρα­νομίας ἐμνημόνευον, τῆς δὲ σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμὲ οἵα ἦν καὶ περιόντος ἐκείνου διὰ γραμ­μάτων δηλῶσαι κατηξίωσας; ποίοις ὄμμασι τὸν ἀνδροφόνον ἔβλεπ­ον; ἢ πῶς οὐχ ὑπὲρ <τῆς> σῆς σωτηρίας εὐχόμενος ἐνόμιζον καὶ τὸν μακαρί­την ἐκεῖνον ὁρᾶν; ἀδελφοὶ γὰρ διὰ τὴν φύσιν ἀλλήλων εἰσὶ κάτοπτρα· διὰ τοῦτο καὶ σὲ βλέπων ἐν ἐκείνῳ οὔ ποτε ἂν διέβαλον κἀκεῖνον ἐν σοὶ πάλιν ὁρῶν οὔ ποτε ἂν ἔγραψα τῷ κατ᾿ ἐκείνου γενομένῳ, ἀλλὰ μᾶλλον περὶ τῆς σῆς σωτηρί­ας ηὐχό­μην. καὶ μάρτυρες τούτων προηγουμένως μὲν ὁ κύριος ὁ ἐπακούσας καὶ χαρι­σάμενος ὁλό­κληρόν σοι τὴν ἐκ προγόνων βασιλείαν, μάρτυρες δὲ καὶ οἱ τότε παρόντες Φιλη­κήσιμος ὁ γενόμενος δοὺξ τῆς Αἰγύπτου καὶ ῾Ρουφῖνος καὶ Στέ­φανος, ὧν ὁ μὲν καθολικός, ὁ δὲ μάγιστρος ἦν ἐκεῖ, καὶ ᾿Αστέριος ὁ κόμης καὶ Παλλάδιος ὁ γενό­μενος τοῦ παλατίου μάγιστρος ᾿Αντίοχός τε καὶ Εὐάγριος οἱ ἀγεντισηρίβους. μόνον γὰρ ἔλεγον· »εὐξώμεθα περὶ τῆς σωτηρίας τοῦ εὐσεβε­στάτου Αὐγούστου Κωνσταντίου«, καὶ πᾶς ὁ λαὸς εὐθὺς μιᾷ φωνῇ ἐβόα· »Χριστέ, βοήθει Κωνσταντίῳ«, καὶ διέμενεν οὕτως εὐχόμενος.

11 ῞Οτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ μήτε ἐδεξάμην ποτὲ παρ᾿ αὐτοῦ, μάρ­τυρα τὸν θεὸν καὶ τὸν τούτου λόγον τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν ᾿Ιησοῦν Χριστὸν ἐπεκαλεσάμην, τὸν δὲ κατειπόντα καὶ περὶ τούτου συγ­χώρησον ἐρωτηθῆναι δι᾿ ὀλίγων, πόθεν εἰς τοῦτο παρῆλθεν. ἐπιστολῆς ἀντίγραφον φήσειεν ἔχειν· τοῦτο γὰρ <οὐκ> ἀπέκαμον οἱ ᾿Αρειανοὶ θρυλοῦντες. πρῶτον μὲν οὖν, κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσίν, οἵτινες καὶ τὰς ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο, καὶ οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς ἐπιστολαῖς. τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν ἐρωτῆσαι βούλομαι· τίς ὁ παρασχὼν ταῦτά ποτε καὶ πόθεν ηὑρέθη ταῦτα; καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον, κἀκεῖνος πάλιν τοὺς λαμβά­νοντας παρὰ τῶν κομιζόντων καὶ ἐπιδιδόντας αὐτῷ. οἱ μὲν οὖν ἡμέτεροι πάρεισι, καταξίωσον δὲ κἀκείνους καλέσαι - ζῆν γὰρ πάντως ἔξιεστιν αὐτούς - καὶ μάθε περὶ τούτων τῶν γραμμάτων. ἐξέτασον ὡς ἀληθείας σοι συμπαρού­σης· αὕτη γὰρ βασιλέων καὶ μάλιστα Χριστιανῶν ἐστὶ φυλακτήριον, μετὰ ταύ­της βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας γραφῆς »ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐ­τοῦ«. ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε καὶ πᾶς ὁ λαὸς ἐφώνη­σε· »μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει«.

12 Εἰ μὲν οὖν παρ᾿ ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην, ὡς ὁ ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ᾿ αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέ­σομαι; τὸν πατέρα τοῦ λέγοντος »ἐγώ εἰμι ἡ ἀλήθεια«, ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ· »δέσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας, σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα γνοὺς τὴν καθ᾿ ἡμῶν συκοφαντίαν εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι, ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ καὶ κατὰ τὸ γε­γραμμένον »μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά« ἐστιν. οὕτω γὰρ καὶ »κατορθοῦσ­θαι τὸν θρόνον τῆς βασιλείας« διὰ Σολομῶντος λεχθῆναι πεποίηκας.« οὐκοῦν ὅλως ἐρώτησον - μαθέτωσαν οἱ κατειρηκότες, ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν -, καὶ οἶμαι καὶ τῷ χρώματι τοῦ προσ­ώπου δείξουσι τὴν συκοφαντίαν. τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι καὶ γέγραπται· »καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει«. οὕτω τοὺς μὲν ἐπιβουλεύ­σαντας τῷ ᾿Ιωσὴφ ἡ συνείδησις ἤλεγξε, τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ ᾿Ιακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται. ὁρᾷς γοῦν ἐκείνων μὲν τὴν ὑποψίαν φευγόντων καὶ κρυπτομένων, ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. οὐ γὰρ περὶ τοῦ τυχόντος ἐστίν, οὐ γὰρ περὶ κτημ­άτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς ἐκκλησίας. ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν, τῶν δὲ λίθων ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· »ῥόπα­λόν« ἐστιν ἡ διαβολή »καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν«, ὡς εἶπε Σολομών. καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι δύναται, ταύτης δὲ παρορωμένης αὐξάνει δεινότερον τὰ τραύματα.

13 Διὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν ἐκκλησιῶν τετάρακται. καὶ προφάσεις μὲν ἐπενοήθησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν διὰ τὴν πρὸς ἐμὲ κοινωνίαν. καὶ εἰ μὲν μέχρι τοσούτου τοῦτο ἐγίγνετο, προσδοκία τις ἦν ἀγαθή - φιλάνθρωπος γὰρ εἶ· ἵνα δὲ μὴ καὶ μετὰ ταῦτα διαβῇ τὸ κακόν, κρατείτω ἡ ἀλή­θεια παρὰ σοί, καὶ μὴ ἀφῇς ὑπόνοιαν κατὰ πάσης ἐκκλησίας γενέσθαι, ὡς τοιαῦτα βουλευομένων καὶ γραφόντων τῶν Χριστιαινῶν καὶ μάλιστα τῶν ἐπισκό­πων. ἢ εἰ μὴ βούλει ἀνακρίνειν, δίκαιον καὶ ἡμᾶς πιστεύ­εσθαι μᾶλλον ἀπο­λογουμένους ἢ τοὺς διαβάλλοντας. οὗτοι μὲν γὰρ ὡς ἐχθροὶ πονηρεύονται, ἡμεῖς δὲ ἀγωνιῶντες τὰς ἀποδείξεις παρέχομεν. διὸ καὶ θαυμάζω, πῶς ἡμεῖς μὲν μετ᾿ εὐλαβείας φθεγ­γόμεθα, ἐκεῖνοι δὲ τοσαύτην ἔσχον ἐξουσίαν, ὡς καὶ ψεύσασθαι βασιλεῖ. ἀλλ᾿ ἐξέτασον διὰ τὴν ἀλήθειαν καί, ὥσπερ γέ­γραπται, »ἐρευνῶν ἐρεύνησον« παρόντων ἡμῶν, πόθεν ταῦτα λέγουσιν ἢ πόθεν ηὑρέθη τὰ γράμ­ματα. ἀλλ᾿ οὔτε τῶν ἡμετέ­ρων τις ἐλεγχθήσεται οὔτε τῶν ἐκείνου φήσειεν <ἄν> τις· πέπλασται γάρ. καὶ πλέον οὐδὲν τάχα προσήκει ζητεῖν· οὐδὲ γὰρ βούλονται, ἵνα μὴ καὶ ὁ ταύτας γράψας ἐξ ἀνάγκης εὑρεθῇ. ἴσασι γὰρ αὐτὸν οἱ διάβολοι μόνοι καὶ ἄλλος οὐδείς.

14 ᾿Επειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι, φέρε καὶ περὶ τούτου πάλιν ἀπολογή­σομαι τῇ σῇ εὐσεβείᾳ. εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. ἀλλ᾿ ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα, καί μοι συγχώρησον εἰπεῖν· οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε, - τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προσ­τάξεως ποιῆσαι - οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρι­κὸς εἰς τοῦτο κέκληται - ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ -, ἀλλ᾿ οὐδὲ ἐκ παραγ­γελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατει­πεῖν. ἀλλὰ τὸ γενό­μενον ἴσασι πάντες, ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ ἐπιεικείᾳ καὶ μακροθυμίᾳ. ἑορτὴ μὲν γὰρ ἦν τὸ πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ τοσοῦ­τος ἦν, ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν φιλόχριστοι βασιλεῖς. τῶν τοίνυν ἐκκλη­σιῶν ὀλίγων καὶ βραχυτάτων οὐσῶν θόρυβος ἦν οὐκ ὀλίγος ἀξιούντων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν κἀκεῖ πάντας εὔχεσθαι καὶ ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. ἀλλ᾿ ἐμοῦ παρακαλοῦντος τέως ἐπισχεῖν καὶ ὅπως δήποτε μετὰ θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκου­σαν, ἀλλ᾿ ἕτοιμοι γεγό­νασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν βέλτιον ἡγού­μενοι κάματον ἐνεγκεῖν ὁδοῦ ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.

15 Πίστευε γάρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν, ὅτι ἐν ταῖς συνάξεσι τῆς τεσσαρακοστῆς διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ πλῆθος τῶν λαῶν πλεῖστα παιδία καὶ οὐκ ὀλίγαι νεώτεραι γυναῖκες πλεῖσταί τε γραΐδες καὶ οὐκ ὀλίγοι νεανίσκοι θλιβέντες ἀπηνέχθησαν εἰς τοὺς οἴκους. καὶ τοῦ θεοῦ παρασχόντος τέθνηκε μὲν οὐδείς, πάντες δὲ ἐγόγγυσαν καὶ ἠξίωσαν διὰ τὴν μεγάλην ἐκκλησίαν. εἰ δὲ ἐν ταῖς προεόρτοις τοσαύτη γέγονε θλίψις, τί ἂν ἐγεγόνει ἐν αὐτῇ τῇ ἑορτῇ; πάντως που τὰ ἔτι τούτων χαλεπώτερα. ἀλλ᾿ οὐκ ἔπρεπεν ἀντὶ χαρᾶς λύπην, ἀντ᾿ εὐφροσύνης πένθος, ἀντὶ τῆς ἑορτῆς κλαυ­θμὸν τοῖς λαοῖς γενέσθαι, εἰδὼς καὶ μάλιστα τύπον ἔχων τῶν πατέρων. ὁ γὰρ μακα­ρίτης ᾿Αλέξανδρος στενῶν ὄντων τῶν ἄλλων τόπων καὶ οἰκοδομῶν τὴν τότε μείζονα νομιζομένην ἐκκλησίαν τὴν καλουμένην Θεωνᾶ συνῆγεν ἐκεῖ διὰ τὸ πλῆθος καὶ συνάγων οὐκ ἠμέλει τῆς οἰκοδομῆς. τοῦτο καὶ ἐν Τριβέροις καὶ ἐν ᾿Ακυληΐᾳ γενόμενον ἑώρακα· κἀκεῖ γὰρ ἐν ταῖς ἑορταῖς διὰ τὸ πλῆ­θος ἔτι τῶν τόπων οἰκοδομουμένων συνῆγον ἐκεῖ καὶ οὐχ εὗρον τοιοῦτον κατή­γορον. ἀλλὰ καὶ ὁ μακαρίτης σου ἀδελφὸς ἐν ᾿Ακυληΐᾳ τοιαύτης οὔσης συν­άξεως συνήχθη. οὕτω κἀγὼ πεποίηκα, καὶ γέγονεν οὐκ ἐγκαίνια, ἀλλὰ σύν­αξις εὐχῆς. σὺ μὲν οὖν, εὖ οἶδα ὅτι, φιλόθεος ὢν τῶν μὲν λαῶν ἀποδέχῃ τὴν προθυμίαν καὶ συγγινώσκεις ἐμοὶ μὴ κωλύσαντι τοσούτου λαοῦ τὰς εὐχάς.

16᾿Εγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμι­μον ἦν εὔχεσθαι τὸν λαόν; ἐν ἐρήμοις ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; ποῦ πρέ­πον ἦν καὶ ὅσιον ἐπακοῦσαι τὸν λαὸν τὸ ἀμήν; ἐν ἐρήμοις ἢ ἐν τῷ ἤδη λεχθέντι κυριακῷ; σὺ δέ, θεοφιλέστατε βασιλεῦ, ποῦ τοὺς λαοὺς ἂν ἤθελες ἐκτεῖναι τὰς χεῖρας καὶ εὔξασθαι περὶ σοῦ; ἔνθα καὶ ῞Ελληνες ἵστανται παρερχό­μενοι ἢ ἐν τῷ ἐπωνύμῳ σου τόπῳ, ὃν ἤδη, μᾶλλον δὲ καὶ ἅμα τῷ θεμελίῳ, κυριακὸν πάντες ὀνομάζουσιν; οἶδα, ὅτι τὸν σὸν τόπον προκρίνεις, μειδιᾷς γὰρ καὶ τοῦτο μειδιῶν σημαίνεις. ἀλλ᾿ ἔδει, φησὶν ὁ κατειπών, ἐν ταῖς ἐκκλησίαις τοῦτο γενέσθαι. μικραὶ μὲν οὖν καὶ στεναὶ καὶ πᾶσαι, καθὰ προεῖπον, πρὸς τοὺς λαούς εἰσιν, ἔπει­τα δὲ πῶς ἔπρεπε γενέσθαι τὰς εὐχάς; καὶ πῶς ἦν βέλτιον κατὰ μέρος καὶ διῃρη­μένως τὸν λαὸν μετ᾿ ἐπικινδύνου συνοχῆς ἢ ὄντος ἤδη τόπου τοῦ δυναμένου δέξασθαι πάντας ἐν αὐτῷ συνελθεῖν καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ συμφωνίας τῶν λαῶν γενέσθαι τὴν φωνήν; τοῦτο βέλτιον ἦν, τοῦτο γὰρ καὶ τὴν ὁμοψυχίαν ἐδείκνυε τοῦ πλήθους, οὕτω καὶ ταχέως ὁ θεὸς ἐπακούει. εἰ γὰρ κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος ἐπαγγελίαν, »ἐὰν δύο συμφωνή­σαιεν περὶ παντὸς οὗ ἐὰν αἰτήσων­ται, γενήσεται αὐτοῖς«, τί, ἐὰν τοσούτων λαῶν συνελθόντων μία γένηται φωνὴ λεγόντων τῷ θεῷ τὸ ἀμήν; τίς γοῦν οὐκ ἐθαύμασε; τίς οὐκ ἐμακάρισέ σε βλέ­πων τὸν τοσοῦτον λαὸν ἐν ἑνὶ συνελθόν­τα τόπῳ; πῶς ἔχαιρον οἱ λαοὶ βλέπον­τες ἀλλήλους τὸ πρότερον ἐν διῃρημένοις συνερχόμενοι τόποις; τοῦτο πάντας ηὔφρα­νε καὶ μόνον τὸν ἐνδιαβαλόντα ἐλύπ­ησε.

17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. ὁ μὲν γὰρ κατειρηκώς φησιν· οὔπω τετελείωτο τὸ ἔργον καὶ οὐκ ἐχρῆν εὐχὰς γενέ­σθαι, ὁ δὲ κύριος εἶπε· »σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ ἀπόκλεισον τὰς θύρας«. τί τοίνυν φήσει[εν] ὁ κατήγορος; μᾶλλον δέ, τί ἂν εἴποιεν οἱ φρόνιμοι καὶ ἀληθῶς Χριστιανοί; τούτους γὰρ ἐρώτησον, βασιλεῦ, ἐπει­δὴ γέγραπται περὶ μὲν ἐκείνων, ὅτι »ὁ μωρὸς μωρὰ λαλήσει«, περὶ δὲ τούτων· »παρὰ παντὸς φρονίμου συμβουλίαν λάμβανε«. τῶν ἐκκλησιῶν στενῶν οὐσῶν καὶ τῶν λαῶν τοσούτων ὄντων καὶ βουλομένων εἰς τὰς ἐρήμους ἀπελθεῖν, τί ποιεῖν ἐχρῆν; ἡ μὲν γὰρ ἔρημος ἄθυρος καὶ τῶν βουλομένων δίοδός ἐστιν, ὁ δὲ κυριακὸς τόπος καὶ τετείχισται καὶ τεθύρωται καὶ τὴν δια­φορὰν τῶν εὐσεβῶν καὶ τῶν βεβήλων δείκνυσιν. ἆρα, βασιλεῦ, οὐ μετὰ τῆς σῆς εὐσεβείας πᾶς ὁστισ­οῦν φρόνιμος ἐπινεύει τούτῳ; ἴσασι γάρ, ὅτι ὧδε μὲν νόμιμος εὐχή, ἐκεῖ δὲ ἀταξίας ὑποψία, εἰ μὴ ἄρα τόπων μὴ ὄντων μόνοι τὴν ἐρημίαν ἂν οἰκοῖεν οἱ εὐχόμενοι, ὥσπερ ἦν ὁ ᾿Ισραήλ. ἀλλὰ κἀκείνοις τῆς σκηνῆς γενομένης περιώριστο λοιπὸν τῆς εὐχῆς ὁ τόπος. ὦ δέσποτα καὶ ἀληθῶς βασιλεῦ τῶν βασιλευόντων Χριστέ, υἱὲ τοῦ θεοῦ μονογενές, λόγε καὶ σοφία τοῦ πατρός, ἐπειδὴ τὴν σὴν φιλανθρωπίαν ὁ λαὸς ηὔξατο καὶ διὰ σοῦ τὸν σὸν πατέρα τὸν ἐπὶ πάντων θεὸν παρεκάλεσε περὶ τῆς σωτηρίας τοῦ σοῦ θεράπον­τος τοῦ εὐσεβεστάτου Κωνσταν­τίου, κατηγοροῦ­μαι. ἀλλὰ τῇ σῇ ἀγαθότητι χάρις, ὅτι διὰ τοῦτο καὶ ἐν τοῖς σοῖς νόμοις διαβέ­βλημαι. μειζόνως γὰρ ἂν διεβλήθην καὶ ἦν ἀληθῶς ἔγκλημα, εἰ τὸν ᾠκοδόμησε τόπον ὁ βασιλεὺς παρ­ηρχόμεθα καὶ τὴν ἔρημον ἐζητοῦμεν εἰς εὐχήν. πῶς ἂν ὁ κατήγορος ἐφλυ­άρησε τότε, πῶς ἂν ἦν πιθανὸς λέγων· »ἐξουθένησέ σου τὸν τόπον· παρὰ γνώ­μην ἐστὶν αὐτοῦ τὸ γινόμενον· ἐγέλασε παρερχόμενος· ἔδειξε τὴν ἔρημον πληροῦσαν τοῦ τόπου τὴν χρείαν· θέλοντας εὔξασθαι τοὺς λαοὺς κεκώλυ­κε.« ταῦτα ἤθελεν εἰπεῖν, ταῦτα ἐζήτει. καὶ μὴ εὑρὼν ἄχθεται καὶ λοιπὸν λό­γους πλάττει. ταῦτα γὰρ εἰ ἔλεγεν, ἐδυσώπει κἀμέ, ὥσπερ νῦν ἀδικεῖ τὸν διαβό­λου τρόπον ἀναλαβὼν καὶ παρατηρούμενος τοὺς προσευχομένους. διὸ καὶ ἐσφά­λη παραναγνοὺς τὸ τοῦ Δανιήλ· ἐνόμισε γὰρ ὁ ἀμαθής, ὅτι καὶ ἐπὶ σοῦ τὰ τῶν Βαβυλωνίων κρατεῖ, καὶ οὐκ ἔγνω, ὅτι φίλος εἶ τοῦ μακαρίου Δανιὴλ καὶ τὸν αὐτὸν αὐτῷ θεὸν προσκυνεῖς καὶ οὐ κωλύεις, ἀλλὰ θέλεις πάντας εὔχεσθαι εἰδὼς ὅτι πάντων ἐστὶν εὐχὴ σώζεσθαί σε καὶ βασιλεύειν ἐν εἰρήνῃ διαπαντός.

18᾿Εγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι, σὺ δέ, θεοφιλέ­στατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. αἱ γὰρ γενόμεναι παρὰ πάντων περὶ τῆς σῆς σωτηρίας εὐχαὶ οὐκ ἐμποδίζουσι τὴν τῶν ἐγκαινίων πανήγυριν. μὴ τοῦτο ψευδέσθωσαν οἱ ἀμαθεῖς, ἀλλὰ παρὰ μὲν τῶν πατέρων μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς γραφάς, μᾶλλον δὲ παρὰ σοῦ μαθέτωσαν - φιλόλογος γὰρ εἶ -, ὅτι καὶ »᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ Ζοροβάβελ ὁ Σαλαθιὴλ« ὁ σοφὸς καὶ ῎Εσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου γραμματεύς, ὅτι τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου καὶ »ἐνστάσης« τῆς σκηνοπηγίας - ἑορτὴ δὲ ἦν αὕτη καὶ πανή­γυρις καὶ εὐχὴ μεγά­λη ἐν τῷ ᾿Ισραήλ - »συνήγαγον τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ« καὶ »τὸ θυσιαστήριον τοῦ θεοῦ ἡτοίμα­σαν« κἀκεῖ »προσήνεγκαν« κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν. καὶ λοιπὸν οὕτως τὰς κατὰ σάβ­βατον καὶ νουμηνίαν προσέφερον θυσίας καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέ­φερον. καὶ φανερῶς φησὶν ἡ γραφή, ὅτι ταῦτα ἐγί­γνετο καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκο­δόμητο· ἀλλὰ μᾶλλον τούτων οὕτως εὐχομένων ὁ οἶκος προέκοπ­τεν ὁ οἰκοδομού­μενος. καὶ οὔτε διὰ τὴν προσ­δοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ εὐχαὶ οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπεπόδισται τὰ ἐγκαίνια, ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο καί, ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισ­μὸν καὶ πάντες ἑώρτασαν ἐπὶ τῇ τελεσι­ουργίᾳ. τοῦτο δὲ πάλιν καὶ ὁ μακαρί­της ᾿Αλέξανδρος καὶ οἱ ἄλλοι πατέρες πεποιήκασι· συναγαγόντες γὰρ καὶ τελει­ώσαντες τὸ ἔργον ηὐχαρίστησαν τῷ κυρίῳ ἐγκαίνια ἐπιτελέσαντες. τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ· ἕτοιμος γὰρ ὁ τόπος προαγνισ­θεὶς ταῖς προγενομέναις εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. τοῦτο μὲν οὖν πλη­ρώσειας καὶ τὴν εὐχὴν ἀποδοίης τῷ κυρίῳ, ᾧ καὶ τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.

19 Δὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολὴν καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν ὡς ἀντιστάντος ἐμοῦ τοῖς σοῖς προστάγμασιν, ὥστε μὴ ἐξελθεῖν τὴν ἐκκλησίαν. ἐκείνους μὲν οὖν θαυμά­ζω μὴ ἀποκάμνοντας ταῖς συκοφαντίαις, ἐγὼ δὲ ὅμως οὐδὲ οὕτως ἀποκάμνω, χαίρω δὲ μᾶλλον ἀπολογούμενος. ὅσῳ γὰρ ἀπολογίαι πολλαί, τοσούτῳ καὶ πλέον ἐκεῖνοι δύνανται καταγινώσκεσθαι. οὐκ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, μὴ γένοιτο· οὐ γὰρ τηλικοῦτος ἤμην, ἵνα καὶ λογιστῇ πόλεως ἀντιστῶ, ιιιιιι τηλι­κούτῳ βασιλεῖ. καὶ περὶ τούτου <οὐ> τοσοῦτον δεῖ τῶν παρ᾿ ἐμοῦ λόγων, πᾶσα γὰρ ἡ πόλις μοι μαρτυρεῖ. συγχώρησον δὲ ὅμως καὶ τοῦτο πάλιν ἐξ ἀρχῆς διηγή­σασθαι τὸ πρᾶγμα. καὶ γὰρ ἀκούσας θαυμά­σεις, εὖ οἶδ᾿ ὅτι, τῶν ἐχθρῶν τὴν εὐχέρειαν. Μοντάνος ὁ παλατῖνος ἦλθε κομίζων ἐπιστολὴν ὡς ἐμοῦ γρά­ψαντος, ἵνα εἰς τὴν ᾿Ιταλίαν ἔλθω καὶ ἃ νομί­ζω λείπειν τοῖς ἐκκλησιαστικοῖς ταῦτα πλη­ρωθῆναι δυνηθῇ. τῇ μὲν οὖν σῇ εὐσεβείᾳ χάρις, ὅτι κατηξίωσεν ὡς ἐμοῦ γρά­ψαντος ἐπινεῦσαι καὶ τῆς ὁδοῦ πρόνοιαν πεποίηκεν ὑπὲρ τοῦ ταύτην ἐλθεῖν καὶ ἀκμητὶ διανῦσαί με, τοὺς δὲ ψευσαμένους τὰς σὰς ἀκοὰς τεθαύμακα πάλιν μὴ φοβηθέντας, ὅτι τὸ ψεῦδος ἴδιόν ἐστι τοῦ διαβόλου καὶ οἱ ψευδόμενοι ἀλλότριοί εἰσι τοῦ λέγοντος »ἐγώ εἰμι ἡ ἀλήθεια«. οὐ γὰρ ἔγραψα οὐδὲ τοιαύτην ἐπι­στολὴν εὑρεῖν ὁ κατή­γορος δυνήσεται. εἰ καὶ ἔδει με γράφειν καθημέραν, ἵνα τὴν ἀγαθήν σου πρόσ­οψιν θεωρῶ, ἀλλ᾿ οὔτε τὰς ἐκκλησίας καταλιμπάνειν ὅσιον οὐδὲ δι᾿ ὄχλου τῇ σῇ εὐσεβείᾳ γίνεσθαι δίκαιον ἦν, μάλιστα ὅτι καὶ ἀπόντων ἡμῶν ἐπινεύεις ταῖς ἐκκλησιαστικαῖς ἀξιώσεσιν. ἃ μὲν οὖν ἐκέλευσε Μοντάνος, κέλευσον ἀναγνῶναί με· ἔστι γὰρ ταῦτα· <…>.

20 Πόθεν δὲ ἄρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες, ἐβουλόμην παρ᾿ αὐτῶν ἀκοῦσαι. τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε, ποίησον αὐτοὺς ἀποκρίνα­σθαι. δυνήσῃ γὰρ ἐκ τούτου μαθεῖν, ὅτι καὶ ταύτην ἔπλασαν ὥσπερ κἀκείνην ἐθρύλησαν περὶ τοῦ δυσωνύμου Μαγνεντίου. καταγνωσθέντες δὲ καὶ περὶ ταύτης, εἰς ποίαν ἄρα μετὰ ταῦτα πάλιν ἕλκουσιν ἡμᾶς ἀπολογίαν; τοῦτο γὰρ μεμελετή­κασι καὶ ταύιτην ἔχουσιν, ὡς ὁρῶ, σπουδὴν, πάντα κινεῖν καὶ θορυ­βεῖν. τάχα λέγοντες πολλὰ παροξύνουσί ποτε καθ᾿ ἡμῶν· ἀλλὰ τοὺς τοιού­τους καὶ ἀπο­στρέφεσθαι καὶ μισεῖν δίκαιόν ἐστιν, ὅτι, οἷοί εἰσι, τοιούτους καὶ τοὺς ἀκούοντας αὐτῶν ὑπολαμβάνουσι καὶ νομίζουσι δύνασθαι τὰς διαβολὰς ἰσχύειν καὶ παρὰ σοί. ἴσχυσε γάρ ποτε ἡ τοῦ Δωὴκ κατὰ τῶν ἱερέων τοῦ θεοῦ· ἀλλ᾿ ὁ ἀκούσας Σαοὺλ ἦν ὁ ἄδικος. καὶ ᾿Ιεζάβελ δὲ διαβαλοῦσα ἠδυνήθη βλάψαι τὸν θεοσεβέστατον Ναβουθαί, ἀλλὰ καὶ ᾿Αχαὰβ ὁ πονηρὸς καὶ ἀποστά­της ὁ ἀκούων. ὁ δὲ ἁγιώ­τατος Δαυίδ, οὗ μιμητὴν εἶναί σε προσήκει καὶ πάντες εὔχονται, τοὺς τοιούτους οὔτε προσίεται, ἀλλὰ καὶ ὡς λυσσῶντας κύνας ἀπε­στρέφετο λέγων »τὸν κατα­λαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίω­κον«. ἐφύλαττε γὰρ τὴν λέγου­σαν ἐντολὴν »οὐ παραδέξῃ ἀκοὴν ματαίαν«· μάταια δὲ καὶ τὰ τούτων ἐστὶ παρὰ σοί, ᾔτησας γὰρ ὡς ὁ Σολομὼν καὶ σὺ παρὰ κυρίου καὶ εἰληφέναι πίστευε τὸ »μάταιον λόγον καὶ ψευδῆ μακρὰν« ἀπὸ σοῦ γενέσθαι προσήκειν.

21 Διὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθεῖν ἡμᾶς παρὰ σέ. τὸ γὰρ μὴ κελεῦσαι πάντως ἐλθεῖν, ἀλλὰ καὶ γράψαι ὡς ἐμοῦ γράψαντος καὶ θέλοντος διορθώσασθαι τὰ δοκοῦντα λείπειν καίτοι μηδενὸς λέγον­τος, φανερὸν ἦν παρὰ γνώμην εἶναι τῆς σῆς ἡμερότητος τὴν κομισθεῖσαν ἐπιστο­λήν. τοῦτο πάντες ἔγνωσαν, τοῦτο καὶ γράφων ἐδήλωσα καὶ οἶδε Μοντάνος, ὅτι οὐ τὸ ἐλθεῖν παρῃτούμην, ἀλλὰ τὸ ὡς ἐμοῦ γράψαντος ἐλθεῖν ἀπρεπὲς ἡγού­μην, ἵνα μὴ καὶ ἐν τούτῳ πρόφασιν εὕρωσιν οἱ συκοφάνται πάλιν ὡς ὀχληροῦ γενομένου μου τῇ σῇ θεοσεβείᾳ. ἀμέλει παρεσκευασάμην - καὶ τοῦτο οἶδεν αὐτός -, ἵνα, ἐὰν γράψαι καταξιώσῃς, εὐθὺς ἐξέλθω καὶ φθάσω τῇ προθυμίᾳ τὸ προσταχθέν. οὐ γὰρ ἐμαινόμην ἀντειπεῖν τοιούτῳ σου προσ­τάγματι. μὴ γραψά­σης τοίνυν ὄντως τῆς σῆς εὐσεβείας, πῶς ἀντέστην μὴ κελευσθείς; ἢ πῶς λέγου­σιν· οὐκ ἐπείσθην καίτοι προστάξεως μὴ οὔσης; πῶς οὐ συκοφαντία καὶ τοῦτο τῶν ἐχθρῶν πλαττόντων τὸ μὴ γενόμενον ὡς γενό­μενον; φοβοῦμαι μὴ καὶ νῦν ἀπολογουμένου μου θρυλήσωσιν ὡς μὴ ἀξιώσαν­τος ἀπολογήσασθαι. οὕτως ἐγὼ μὲν εὐχερής εἰμι παρ᾿ αὐτοῖς εἰς τὸ κακηγορ­εῖσθαι παρ᾿ αὐτῶν, αὐτοὶ δὲ ταχεῖς εἰς τὸ συκοφαντεῖν καὶ καταφρονεῖν τῆς γραφῆς λεγούσης »μὴ ἀγάπα καταλα­λεῖν, ἵνα μὴ ἐξαρθῇς«.

22 Μοντάνου τοίνυν ἀποδημήσαντος ἦλθε Διογένης ὁ νοτάριος μετὰ ἕξ καὶ εἴκοσι μῆνας, καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου οὔτε ἑωράκαμεν ἀλλήλους οὔτε ὡς προστάξεως οὔσης ἐνετείλατό μοι. ἀλλὰ καὶ ὅτε Συριανὸς ὁ στρατη­λάτης εἰσῆλθεν εἰς τὴν ᾿Αλεξάνδρειαν, ἐπειδὴ παρὰ τῶν ᾿Αρειανῶν ἐθρυλεῖτό τινα καὶ ἅπερ ἐβούλοντο ἐπηγγέλλοντο γίνεσθαι, ἠρώτων, εἰ γράμματα ἔχει, περὶ ὧν θρυλοῦσι· γράμματα γὰρ ἀπῄτουν, ὁμολογῶ, τῆς σῆς προστάξεως. ἐπειδὴ δὲ μὴ ἔχειν ἔλεγεν, ἠξίουν κἂν αὐτὸν Συριανὸν ἢ τὸν ἔπαρχον τῆς Αἰγύπ­του Μάξι­μον γράψαι μοι περὶ τούτου. τοῦτο δὲ οὕτως ἀπῄτουν, ἐπειδὴ γράψα­σά μοι ἦν ἡ σὴ φιλανθρωπία, ὥστε παρὰ μηδενός με ταράττεσθαι μηδὲ ἀν­έχεσθαι τῶν θελόν­των ἡμᾶς πτοεῖν, ἀλλὰ μένειν ἐν ταῖς ἐκκλησίαις ἀμερίμνως. οἱ μὲν οὖν κομί­σαντες τὴν τοιαύτην ἐπιστολήν εἰσι Παλλάδιος ὁ γενόμενος τοῦ παλατίου μάγι­στρος καὶ ᾿Αστέριος ὁ γενόμενος δοὺξ ᾿Αρμενίας. τὸ δὲ ἀντίγ­ραφον τῆς ἐπιστολῆς συγχώρησον ἀναγνῶναί με· ἔστι γὰρ τοῦτο·

23᾿Αντίγραφον ἐπιστολῆς οὕτως ἔχον·

Κωνστάντιος Νικητὴς Αὔγουστος ᾿Αθανασίῳ.

εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτὲ ἀδελφῷ ἐμῷ Κών­σταντι οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν. ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀνοσιωτά­των ἀνῃρῆσθαι ἔγνων, πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέ­ρα φρό­νησις δυνήσεται κρίνειν. καὶ ἐπειδή τινές εἰσιν, οἵτινες ἐν τῷ παρ­όντι καιρῷ τῷ οὕτω δακρυτικῷ δράματι καταπτοεῖν σε πειράζουσι, διὰ τοῦτο τὰ παρόντα ταῦτα γράμματα πρὸς τὴν σὴν τιμιότητα στεῖλαι ἔκρινα, προτρέ­πων σε, ἵνα, ὥσπερ πρέπει ἐπισκόπῳ, εἰς τὴν κεχρεωστημένην θρη­σκείαν συντρέχειν διδάξει­ας τὸν δῆμον καὶ μετ᾿ αὐτοῦ κατὰ τὸ ἔθος ταῖς εὐχαῖς σχολάσειας καὶ ἵνα μὴ θρύλοις, εἴ τινες κατὰ τύχην συνδράμοιεν, πιστεύσει­ας. ἡμῖν γὰρ τοῦτο ἀρέσκει· τὸ σὲ κατὰ τὴν ἡμετέραν βούλησιν ἐν παντὶ καιρῷ ἐν τῷ σῷ τόπῳ ἐπίσκοπον εἶναι βουλόμεθα.

καὶ ἄλλῃ χειρί· ἡ θεότης φυλάξ­ειέ σε πολλοῖς ἐνιαυ­τοῖς, πάτερ προσφιλέστα­τε.

24 Περὶ ταύτης ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν, ἐγὼ δὲ ταύτην τὴν ἐπι­στο­λὴν ἔχων ἆρ᾿ οὐκ εἰκότως ἀπῄτουν γράμματα καὶ οὐ προσεῖχον προφάσεσιν ἁπλῶς; ἐκεῖνοι δὲ μὴ δεικνύοντες πρόσταγμα τῆς σῆς εὐσεβείας οὐκ ἄντι­κρυς ἐναντία ταύτης τῆς ἐπιστολῆς ἔπραττον; ἐγὼ δέ, ὅτι γράμματα <οὐ> παρ­εῖχον, οὐκ ἀκολούθως ἡγούμην ἐικός, αὐτῶν εἶναι τὰς φάσεις; τοῖς τοιούτοις γὰρ μὴ προσέχειν με προσέταττεν ἡ ἐπιστολὴ τῆς σῆς φιλανθρωπίας. δικαί­ως οὖν τοῦτο ἐποίουν, θεοφιλέστατε Αὔγουστε, ἵνα, ὥσπερ ἔχων ἐπιστολὰς εἰσῆλθον εἰς τὴν πατρίδα, οὕτως ἔχων πρόσταξιν ἀπ᾿ αὐτῆς ἐξέλθω καὶ μὴ ὡς φυγὼν τὴν ἐκ­κλησίαν ὑπεύθυνός ποτε γένωμαι, ἀλλ᾿ ὡς κελευσθεὶς ἔχω πρό­φασιν τῆς ἀνα‑ιχωρήσεως. τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ πλεῖστον δὲ τῆς πόλεως μέρος μετ᾿ αὐτῶν, ἵνα μὴ λέγω πλέον, ἀπελθόντες πρὸς Συριανὸν ἠξίουν - ἐκεῖ δὲ ἦν καὶ ὁ ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος· ἡ δὲ ἀξίωσις ἦν ἢ γράψαι καὶ ἀποστεῖλαί μοι ἢ μηκέτι διοχλεῖν ταῖς ἐκκλησίαις, ἕως ἂν αὐτοὶ οἱ λαοὶ περὶ τούτου πρεσβεύσωνται παρὰ σοί. ἐπὶ πολὺ τοίνυν αὐτῶν ἀξιούντων συνιδὼν Συριανὸς τὸ εὔλογον διεβεβαιώσατο μαρτυρόμενος τὴν σὴν σωτηρίαν - καὶ ἐπὶ τούτῳ παρῆν τότε καὶ ῾Ιλάριος -, μηκέτι μὲν διοχ­λεῖν, ἀναφέρειν δὲ ἐπὶ τὴν σὴν θεοσέβειαν. τοῦτο οἶδεν ἡ τάξις τοῦ δουκὸς καὶ ἡ τάξις τοῦ ἐπάρχου τῆς Αἰγύπτου. καὶ ὁ πρύτανις δὲ τῆς πόλεως ἔχει τὰς φωνὰς καὶ δύνασαι μαθεῖν, ὅτι οὔτε ἐγὼ οὔτε τις ἕτερος ἀντιλέγων ἦν τῇ σῇ προστάξει.

25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα ταύτην ὁ κομίζων θαρρῇ καὶ γραφῇ τὸ προσταχθέν. ἐπειδὴ δὲ οὔτε φανερῶς ἔλεγον εἶναι πρόσταγμα οὔτε, ὅπερ ἠξίουν, ἐγγράφως ἐπέστελλον, ἀλλ᾿ ὡς ἀφ᾿ ἑαυτῶν πάντα πράττοντες ἦσαν, - ὁμολογῶ καὶ τοῦτο λέγω μετὰ παρρησίας - ὕποπτος ἐγενόμην εἰς αὐτούς. πολλοὶ γὰρ ἦσαν οἱ περὶ αὐτοὺς ᾿Αρειανοὶ τούτοις τε συνήσθιον καὶ μετὰ τούτων ἐβουλεύοντο καὶ οὐδὲν μὲν μετὰ παρ­ρησί­ας ἔπραττον, ἐνέδρας δὲ καὶ δόλους ἐπιχειρεῖν ἐμελέτων κατ᾿ ἐμοῦ· καὶ οὐδὲν μὲν ὡς βασιλέως προστάξαντος ἐποίουν, ὡς δὲ παρ᾿ ἐχθρῶν ἀξιούμενοι ἤλεγχον ἑαυτούς. τοῦτο γάρ με καὶ μᾶλλον ἀπαιτεῖν ἐποίει γράμματα παρ᾿ αὐτῶν, ἐπειδὴ καὶ ὕποπ­τα ἦν, ἅπερ ἐπεχείρουν καὶ ἐσκέπτοντο, καὶ ὅτι ἀπρεπ­ὲς ἦν μετὰ τοσούτων γραμ­μάτων εἰσελθόντα με χωρὶς γραμμάτων ἀναχωρῆ­σαι τῆς ἐκκλησί­ας. Συριανοῦ τοίνυν ἐπαγγειλαμένου συνήγοντο πάντες ἐν ταῖς ἐκ­κλησίαις μετὰ χαρᾶς καὶ ἀμεριμνίας. ἀλλὰ μετὰ εἴκοσι καὶ τρεῖς ἡμέρας τῆς ἐπαγ­γελίας ἐπέρχεται μετὰ στρατιωτῶν τῇ ἐκκλησίᾳ, καὶ ἡμεῖς μὲν ηὐχό­μεθα συνήθως - οὕτω γὰρ ἑωράκα­σιν οἱ εἰσελθόντες -, ἐπειδὴ παννυχὶς ἦν ἐσομέν­ης συνάξεως· τοιαῦτα δὲ γέγονε τῇ νυκτὶ ἐκείνῃ, οἷα ἤθελον καὶ ἐπηγγέλλοντο πρὶν γενέσθαι οἱ ᾿Αρειανοί· αὐτοὺς γὰρ ἔχων μεθ᾿ ἑαυτοῦ ἦλθεν ὁ στρατηλάτης, καὶ αὐτοὶ ἦσαν οἱ ἔξαρχοι καὶ σύμ­βουλοι τῆς τοιαύτης ἐφόδου· καὶ τοῦτο οὐκ ἄπιστον, θεοφιλέσ­τατε Αὔγουστε, οὐ γὰρ ἔλαθον, ἀλλὰ πανταχοῦ κεκήρυκ­ται. ἐγὼ τοίνυν θεωρῶν τὴν ἔφοδον, παρακαλέσας πρότερον ἀναχωρῆσαι τοὺς λαούς, τότε κἀγὼ μετ᾿ αὐτοὺς τοῦ θεοῦ καλύπτοντος καὶ ὁδηγοῦντος - καὶ τοῦτο γὰρ οἱ τότε μοι συν­όντες ἑωράκα­σιν - ἀνεχώρησα. καὶ ἐξ ἐκείνου κατ᾿ ἐμαυτὸν ἔμεινα ἔχων παρ­ρησίαν καὶ ἀπολογίαν καὶ προηγουμέινως μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν σὴν εὐσέβειαν, ὅτι οὐκ ἔφυγον καταλείψ­ας τοὺς λαούς, ἀλλὰ μάρτυρα τῆς διώξεως ἔχω τὴν ἔφοδον τοῦ στρατηλάτου· ὃ μάλιστα καὶ πάντες ἐθαύμασαν. ἔδει γὰρ ἢ μὴ ἐπαγγείλασθαι ἢ ἐπαγγειλάμε­νον μὴ ψεύσασθαι.

26 Τί τοίνυν οὕτως ἐβουλεύοντο ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν. ἀλλὰ τὸ βούλεσθαι λαθεῖν καὶ λευκοτέραν ἐποίει τὴν ὑποψίαν τοῦ μὴ ἔχειν αὐτοὺς πρόσταγμα. τί δὲ ἄτοπον ἀπῄτουν, βασιλεῦ φιλάληθες; πῶς οὐκ εὔλογον ἐπισκόπῳ τὴν τοιαύτην ἀξίωσιν ἄν τις εἴποι; οἶδας ἀναγνοὺς τὰς γραφάς, ἡλίκον ἐστὶν ἔγκλημα καταλιμπάνειν ἐπίσκοπον τὴν ἐκκλησίαν καὶ ἀμελεῖν τῶν τοῦ θεοῦ ποιμνίων. ποιμένων γὰρ ἀπουσία πρόφασιν ἐφόδου τοῖς λύκοις παρέχει κατὰ τῆς ἀγέλης. τοῦτο δὲ ἐζήτουν οἱ ᾿Αρειανοὶ καὶ οἱ ἄλλοι πάντες αἱρετικοί, ἵνα τῇ ἡμῶν ἀπουσίᾳ χώραν εὕρωσιν ἀπατᾶν τοὺς λαοὺς εἰς ἀσέβειαν. εἰ τοίνυν ἤμην φυγών, ποίαν ἀπολογίαν εἶχον παρὰ τοῖς ἀληθινοῖς ἐπισκόποις, μᾶλλον δὲ παρὰ τῷ πεπιστευκότι τὴν ἀγέλην; ἔστι δὲ οὗτος ὁ κρίνων πᾶσαν τὴν γῆν, ὁ ἀληθινὸς παμβασιλεὺς καὶ κύριος ἡμῶν ᾿Ιησοῦς Χρισ­τὸς ὁ υἱὸς τοῦ θεοῦ. πῶς οὐκ ἄν τις εὐλόγως τὴν ἀμέλειαν τῶν λαῶν εἰς ἐμὲ μετήνεγκε; πῶς δὲ οὐκ ἂν ἐμέμψατο καὶ ἡ σὴ εὐσέβεια δικαίως λέγουσα· »διὰ τί μετὰ γραμμάτων εἰσελθὼν χωρὶς γραμμά­των ἀναχωρεῖς καὶ κατέλειψας τοὺς λαούς;« πῶς δὲ καὶ αὐτὸς ὁ λαὸς <οὐκ ἂν> εἰκότως ἐν ἡμέρᾳ κρίσεως τὴν ἑαυτῶν ἀμέλειαν ἔρριψαν εἰς ἐμὲ λέγοντες· »ὁ ἐπι­σκεπτόμενος ἡμᾶς ἔφυγε καὶ ἠμελήθη­μεν οὐκ ὄντος τοῦ ὑπομιμνήσκοντος;« εἰ ταῦτα ἔλεγον, τί ἂν ἀπεκρινάμην; τοιαύτην γὰρ μέμψιν ἔσχον διὰ τοῦ ᾿Ιεζεκιὴλ καὶ οἱ ποιμένες τῶν παλαιῶν. τοῦτο γινώσκων καὶ ὁ μακάριος ἀπόστολος Παῦλος ἑκάστῳ ἡμῶν διὰ τοῦ μαθητοῦ παρήγγειλε λέγων »μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσ­ματος, ὃ ἐδόθη σοι μετ᾿ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου«. τοῦτο κἀγὼ φοβούμενος οὐκ ἤθελον φυγεῖν, ἀλλὰ πρόσταξιν ἔχειν, εἴπερ ἦν βούλημα τῆς σῆς εὐσεβείας. ἀλλ᾿ οὔτε ἔλαβον ὅπερ εὐλόγως ἀπῄτουν, ἀλλὰ καὶ νῦν μά­την κατηγορήθην παρὰ σοί· οὔτε γὰρ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας οὔτε νῦν εἰς ᾿Αλεξάνδρειαν εἰσελθεῖν πειράσω, ἕως ἡ σὴ φιλανθρωπία τοῦτο βού­λη­ται. καὶ τοῦτο δὲ προλαβὼν εἴρηκα, ἵνα μηδὲ περὶ τοῦτο πάλιν οἱ συκοφάνται πρόφα­σιν εὕρωσι κατειπεῖν ἡμῶν. <…>

27 <…> ταῦτα συνορῶν οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν εἰδὼς τὴν σὴν φιλανθρωπίαν διὰ μνήμης τε ἔχων τὰς σὰς ἀψευδεῖς ὑποσχέσεις καὶ θαρρῶν, ὅτι κατὰ τὸ γεγραμ­μένον ἐν ταῖς θείαις παροιμίαις παρὰ φιλανθρώπῳ βασιλεῖ δεκτοί εἰσιν οἱ δίκαιοι λογισμοί. ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος καὶ τὴν ἔρημον ἐξελ­θόντος ἀκοή τις γέγονεν ἐξαίφνης, ἥτις ἄπιστος μὲν εἶναι κατὰ τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦ­τα ἀληθὴς ἐδείχθη. ἐθρυλεῖτο γὰρ πανταχοῦ, ὅτι Λιβέριος ὁ τῆς ῾Ρώμης ἐπίσ­κοπος καὶ ὁ τῶν Σπανίων ῞Οσιος ὁ μέγας, Παυλῖνός τε ὁ τῶν Γαλλίων καὶ Διονύ­σιος καὶ Εὐσέβιος οἱ τῆς ᾿Ιταλίας, Λουκίφερός τε ἀπὸ Σαρ­δανίας καὶ ἄλλοι τινὲς ἐπί­σκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐξωρίσθησαν, ὅτι μὴ ἠνέσχοντο καθ᾿ ἡμῶν ὑπογράψαι. καὶ οὗτοι μὲν ἐξωρίσθησαν, Οὐικέ­ντιος δὲ ὁ τῆς Καπύης καὶ Φουρ­τουνατιανὸς ὁ τῆς ᾿Ακυληίας, ᾿Ηρέμιός τε ὁ τῆς Θεσσαλονίκης καὶ πάντες οἱ κατὰ τὴν δύσιν ἐπίσκοποι βίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δει­νὰς ὕβρεις πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. εἶτα καὶ θαυμα­ζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τού­τοις, ἰδοὺ πάλιν ἑτέρα τις κατέ­λαβεν ἀκοὴ περὶ τῶν κατ᾿ Αἴγυπτον καὶ τὰς Λιβύας, ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ ἐκκλησίαι τοῖς ὁμολογοῦσι τὰ ᾿Αρείου παρεδόθησαν. καὶ ἐξ­ωρίσθησαν μὲν δέκα καὶ ἕξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκά­σθησαν ὑποκρίνασθαι. τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς ἐν ᾿Αλεξανδρείᾳ εὐχομένων τῶν ἀδελ­φῶν ἐν τῷ πάσχα καὶ ταῖς κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχιλίων ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων ἐπελθεῖν κατὰ τῶν Χριστιανῶν καὶ λοιπὸν τοιαῦτα γενέσθαι, οἷα ἂν γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς κατὰ γυναικῶν καὶ παίδων οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ θεῷ. διηγεῖσθαι δὲ αὐτὰ νῦν ἴσως ἀπρεπές, μὴ ἄρα καὶ μόνον τούτων ἡ μνήμη δάκρυα πᾶσι κινήσῃ. καὶ γὰρ το­σαύτη ἦν ἡ ὠμότης, ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφήν, ἀλλ᾿ ἔξω ῥίπτεσθαι τοῖς κυσίν, ἕως μετὰ πολλῆς ζημίας κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα καὶ πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.

28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους· ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστος σπουδὴ καὶ θεοσέβεια μάθῃ, ὡς αἱ καθ᾿ ἡμῶν διαβολαὶ καὶ συκοφαντίαι δι᾿ οὐδὲν ἕτερον γεγόνασιν ἢ ἵνα ἡμᾶς μὲν ἐκβάλωσι τῶν ἐκκλησιῶν, τὴν δὲ ἰδίαν ἀσέβειαν ἀντεισενεγκεῖν δυνηθῶσι. τῶν γὰρ ἀληθινῶν καὶ πολυετῶν ἐπι­σκόπων τῶν μὲν ἐξορισθέντων τῶν δὲ φυγαδευθέντων ἐθνικοὶ λοιπὸν κατ­ηχούμενοι καὶ οἱ τὰ πρῶτα τῆς βουλῆς ἔχοντες καὶ οἱ ἐν πλούτῳ διαβόητοι ἀντὶ Χριστιανῶν παραγ­γέλλονται παρὰ τῶν ᾿Αρειανῶν, <ἵνα τὴν> εὐσεβῆ πίστιν ὁμιλήσωσι. καὶ οὐκέτι μέν, ὡς παρήγγειλεν ὁ ἀπόστολος, εἴ τίς ἐστιν »ἀν­επίληπτος«, ἐζητεῖτο, ὡς δὲ ὁ ἀσεβέστατος ῾Ιεροβοὰμ πεποίηκεν, ὁ πλεῖον διδοὺς χρυσίον ὠνομάσθη ἐπίσκοπος. καὶ οὐ διέφερεν αὐτοῖς εἰ κἂν ἐθνικὸς ἐτύγχανε, μόνον εἰ χρυσίον παρεῖχε. καὶ οἱ μὲν ἀπὸ ᾿Αλεξάνδρου ἐπίσκοποι, μονάζοντες καὶ ἀσκηταί, ἐξωρίσθησαν, οἱ δὲ σοφοὶ περὶ τὰς διαβολὰς διέφθειρ­αν τὸ ὅσον ἐπ᾿ αὐτοῖς τὴν ἀποστολικὴν διάταξιν καὶ τὰς ἐκκλησίας ἐμίαναν. μεγάλα γε ἐκέρδησαν αὐτῶν αἱ συκοφαντίαι, ἵνα ἐξῇ αὐτοῖς παρανομεῖν καὶ τοιαῦτα πράττειν ἐν τοῖς σοῖς καιροῖς, ὥστε κατ᾿ αὐτῶν εἶναι τὸ γεγραμμένον οὐαὶ δι᾿ οὓς »τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«.

29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆς ὁδοῦ πρὸς τὴν σὴν εὐσέβειαν. καὶ τοῦτο μᾶλλον σπουδαιότερον ἔπραττον θαρρῶν, ὅτι παρὰ γνώμην μὲν τῆς σῆς εὐσεβείας ἐπράττετο ταῦτα, εἰ μάθοι δὲ ἡ σὴ φιλανθρωπία τὰ γενόμενα, κωλύσει τοῦ λοιποῦ γενέσθαι· μὴ γὰρ εἶναι θεοσεβοῦς βασιλέως θέλειν ἐξορίζεσθαι ἐπισκόπους καὶ γυμνοῦσθαι παρ­θέ­νους ἢ ὅλως τὰς ἐκκλησίας ταράττεσθαι. ἀλλὰ τοιαῦτα λογιζομένους ἡμᾶς καὶ σπεύδοντας ἐν ταῖς ὁδοῖς ἰδοὺ πάλιν τρίτη τις κατέλαβεν ἀκοὴ ὅτι γέγραπ­ται τοῖς ἐν Αὐξούμει τυράννοις, ὥστε Φρουμέντιον τὸν ἐπίσκοπον τῆς Αὐξού­μεως ἐκεῖθεν ἀχθῆναι καὶ ἐμὲ μὲν μέχρι τῆς βαρβάρων ζητεῖσθαι καὶ εἰς τὰ λεγόμενα κομεντά­ρια τῶν ἐπάρχων παραπέμπεσθαι, τοὺς δὲ λαοὺς καὶ τοὺς κληρικοὺς πάντας ἀναγ­κάζεσθαι κοινωνεῖν τῇ ἀρειανῇ αἱρέσει, ἐὰν δὲ μὴ ὑπ­ακούσωσιν, ἀποθνήσκειν τοὺς τοιούτους· καὶ ὅτι οὐ λόγῳ μόνον ἐθρυλεῖτο ταῦτα, ἀλλὰ καὶ αὐτοῖς ἔργοις ἐδείκ­νυτο, <…>. ἐπειδὴ συνεχώρησεν ἡ σὴ φιλαν­θρωπία, ἰδοὺ καὶ ἡ ἐπιστολή· ταύ­την γὰρ ἐκεῖνοι συνεχῶς ἀνεγίνωσκον ἀπειλ­οῦντες ἑκάστῳ θάνα­τον.

30᾿Αντίγραφον ἐπιστολῆς·

Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ᾿Αλεξανδρεῦσιν.

῾Η μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμνημένη πειθηνίαν ἑαυτὴν συνήθως καὶ νῦν παρέσχηκεν, ἡμεῖς δέ, εἰ μὴ καὶ τὸν ᾿Αλέξανδρον ἀποκρύψαιμεν εὐνοίᾳ τῇ περὶ τὴν πόλιν τὴν ὑμετέραν, οὐ τὰ τυχόν­τα πλημμελεῖν συνεισόμεθα. ὡς μὲν γὰρ σωφροσύνης ἴδιον <τὴν δίαιταν> κοσμί­αν ἑαυτῷ διὰ πάντων ἄγειν, βασιλείας δὲ τῆς ἀρετῆς - δότε δὲ εἰπεῖν - τῆς ὑμετέρας <…> πρὸ ἁπάντων ἀσπάιζεσθαι πρώτους μὲν σοφίας ἐξηγητ­ὰς κατα­στάντας, πρώτους δὲ θεὸν τὸν ὄντα συνέντας, οἳ καὶ τῶν ἐξηγητῶν τοὺς ἄκρους εἵλεσθε καὶ τὴν ἡμετέραν ψῆφον ἑκόντες ἐστέρ­ξατε τὸν μὲν ἀπατε­ῶνα καὶ φένακα δικαίως ἀποστραφέντες, τοῖς δὲ σεμνοῖς καὶ παντὸς ἐπέκεινα θαύματος δεόντως προσθέμενοι. καίτοι τίς ἀγνοεῖ καὶ τῶν τὰς ἐσχατίας οἰκούντων τὴν ἐπὶ τοῖς πραχθεῖσι φιλοτιμίαν, οἷς οὐκ ἴσμεν, καὶ τί δεῖ παραβάλ­λεσθαι, ὧν συμβέβηκεν. ἐτύφλωττον μὲν γὰρ οἱ πλεῖστοι τῶν κατὰ τὴν πόλιν, ἐπεκράτει δὲ ἀνὴρ βαρ­άθρων ἀπὸ ἐσχάτων ὁρμώμενος ὥσπερ ἐν σκότῳ τοὺς τῆς ἀληθείας ἐφιεμένους πρὸς τὸ ψεῦδος ἀπάγων, λόγον μὲν ἔγκαρπον οὐδέ­ποτε παρασχόμενος, τερθρεί­αις δὲ καὶ τηνάλλως τὰς ψυχὰς λυμαινόμενος. οἱ μὲν κόλακες ἐβόων καὶ ἐκρότουν, <ὥστε> ἐξεπλήττοντο οὓς ἔτι γρύζειν εἰκὸς ὑπὸ ὀδόντα, οἱ δὲ πλεῖστοι τῶν ἀφελεσ­τέρων πρὸς τὸ τούτων ἔζων σύνθημα, τὰ δὲ πράγματα κατὰ ῥοῦν ἐφέρετο ὥσπερ ἐν κατα­κλυσμῷ πάντων ἄρδην ὀλιγω­ρουμένων. ἡγεῖτο δὲ ἀνὴρ τοῦ πλήθους - πῶς ἂν ἀληθέστερον αὐτὸ εἴποιμι; - οὐδὲν τῶν βα­ναύσων διαφέ­ρων τοῦτο μόνον τῇ πόλει συναράμενος, τὸ μὴ κατὰ βαρά­θρων ὦσαι τοὺς ἐν αὐτῇ. ἀλλ᾿ ὁ γενναῖος καὶ λαμπρὸς οὐδὲ κρίσιν ἔμεινε κατ᾿ αὐτοῦ φυγὴν ἐν δίκῃ καταγνούς, ὡς ἔστι γε καὶ ὑπὲρ τῶν βαρβάρων ὑφελέσθαι, μή τινας αὐτῶν δυσσεβεῖν ἀναπείσῃ καθάπερ ἐν δράματι πρὸς τοὺς πρώτους ἐντυγ­χάνοντας ὀλοφυρό­μενος. τούτῳ μὲν οὖν μακρὰν χαίρειν εἰρήσεται, ὑμᾶς δέ με χρὴ μετ᾿ ὀλίγων τάττειν, μᾶλλον δὲ μόνους πρὸ τῶν ἄλλων σεμνύνειν οἷς τοσοῦτον ἀρετῆς καὶ νοῦ περίεστιν, ὅσον αἱ πράξεις κηρύττουσι, μικροῦ πᾶσαν τὴν οὖσαν ὑμνού­μεναι. εὖγε τῆς σωφροσύνης· εἰ γὰρ ἀγγέλων ἀκροασαίμην τοσούτων καὶ δεύτερον διεξιόντων τὰ ὑμέτερα καὶ σεμνυνόντ­ων, ὦ καὶ τοὺς πρότερον ἀπο­κρύψαντες φιλοτιμίᾳ καὶ τοῖς νῦν τε <καὶ> ὕστερον παράδειγμα καλὸν ἐσόμενοι, μόνοι τε καὶ τοῖς ἤθεσι λόγων καὶ ἔργων ἡγεμόνα τὸν τελειότατον τῶν ὄντων ἑλόμενοι καὶ οὐδὲ πρὸς βραχὺ διστάσαντες, ἀλλ᾿ ἀνδρείως μεταθέμενοι καὶ τοῖς ἄλλοις προσθέμενοι, ἀπὸ τῶν χαμαὶ τούτων καὶ περιγείων πρὸς τὰ κατουράνια ἐπειχθέντες, ξεναγοῦ­ντος ἐπ᾿ αὐτὰ τοῦ σεμνοτάτου Γεωργίου ἀνδρὸς τοιαῦτα παντὸς μᾶλλον ἠκριβωκότος, δι᾿ ὃν καὶ κατὰ τὸν ὕστερον βίον μετὰ καλῆς ἐλπί­δος διάξετε καὶ τὸν ἐν τῷ παρόντι μετὰ ῥᾳστώνης βιώσεσθε. εἴη δὲ κοινῇ πάντας τοὺς κατὰ τὴν πόλιν ὥσπερ ἱερᾶς ἀγκύρας τῆς τούτου φωνῆς ἐξηρτῆ­σθαι, ἵνα μὴ τομῶν ἢ καύσεων δεηθῶμεν κατὰ τῶν τὰς ψυχὰς λε­λωβη­μένων· οἷς ὅτι μάλιστα παραι­νοῦμεν ἀφίστασθαι τῆς ᾿Αθανασίου σπου­δῆς καὶ μηδὲ μεμνῆ­σθαι τῆς περιττῆς ἐκείνης ἀδολεσχίας· ἢ λήσουσι τοῖς ἐσχάτοις ἔνοχοι ὄντες κινδύνοις, ὧν οὐκ ἴσμεν, εἴ τις τῶν πάνυ δεινῶν ἐξαι­ρήσεται τοὺς στα­σιάζοντας. καὶ γὰρ ἄτοπον τὸν μὲν ὄλεθρον ᾿Αθανά­σιον γῆν πρὸ γῆς ἀπεληλᾶσθαι καὶ τοῖς αἰσχί­στοις ἁλόντα, ὥς <οὐ> ποτε ἂν ἐκεῖνος τὴν ἀξίαν ἐκτίσειε, καὶ εἰ δέκα<κις αὐ>τόν τις τοῦ ζῆν προσαφέλη­ται, τοὺς δὲ ἐκείνου κόλα­κας καὶ θεραπευτὰς ἀγύρ­τας τινὰς καὶ τοιούτους ἀν­θρώπους οἵους ὀνομάζειν αἰσχύνη περιορᾶν σφαδάζον­τας, οὓς πάλαι τεθνάναι διηγόρευται τοῖς δικασ­ταῖς. καὶ ἴσως οὐδέπω τεθνήξ­ονται, ἢν μὴ τῶν φθασάντων ἀποστάντες πλημμελημάτων ὀψέ ποτε μεταθῶνται· ὧν ὁ μο­χθηρότατος ᾿Αθανάσιος ἡγεῖτο καὶ τῇ κοινῇ πολιτείᾳ λυμαινόμενος καὶ τοῖς ἁγιωτάτοις δυσσεβεῖς καὶ ἐναγεῖς προσάγων τὰς χεῖρας. <…>

31 31῝Α δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις ἔστι ταῦτα·

Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ᾿Αιζανᾷ καὶ Σαζανᾷ.

πάνυ διὰ φροντίδος καὶ διὰ σπουδῆς τῆς μεγίστης ἡμῖν ἐστιν ἡ τοῦ κρείττο­νος γνῶσις. δεῖ γάρ, οἶμαι, τὸ κοινὸν τῶν ἀνθρώπων γένος τῆς ἴσης ἐν τοῖς τοιού­τοις ἀξιοῦσθαι κηδεμονίας, ὡς ἂν μέχρι τῆς ἐλπίδος τὸν βίον διάγοιεν τὰ τοι­αῦτα περὶ τοῦ θεοῦ γινώσκοντες καὶ μηδὲν διαφωνοῦντες περὶ τὴν τοῦ δικαίου καὶ ἀληθοῦς ἐξέτασιν. τῆς αὐτῆς τοίνυν προνοίας ἀξιοῦντες ὑμᾶς καὶ τῶν ἴσων ῾Ρωμαίοις μεταδιδόντες ἕν τι μετ᾿ αὐτῶν κρατεῖν δόγμα ἐν ταῖς ἐκκλησίαις κελεύομεν. οὐκοῦν Φρουμέντιον τὸν ἐπίσκοπον ἐκπέμπετε τὴν ταχίστην εἰς Αἴγυπτον παρὰ τὸν σεμνότατον Γεώργιον τὸν ἐπίσκοπον καὶ τοὺς ἄλλους τοὺς κατ᾿ Αἴγυπτον, οἳ τοῦ χειροτονεῖν καὶ κρίνειν τὰ τοιαῦ­τα κύριοι μᾶλλόν εἰσιν. ἴστε γὰρ δήπου καὶ μέμνησθε, εἰ μὴ λίαν τὰ παρὰ πᾶσιν ὁμολογούμενα μόνοι ἀγνοεῖν προσποιεῖσθε, ὅτι τὸν Φρουμέντιον τοῦτον εἰς ταύτην τὴν τάξιν τοῦ βίου κατέστησεν ᾿Αθανάσιος, μυρίοις ἔνο­χος ὢν κακοῖς, <ὃς>, ὡς οὐδὲν τῶν ἐπιφερομένων ἐγκλημάτων αὐτῷ δικαίως ἔσχεν ἐπιλύσασθαι, αὐτίκα τῆς μὲν καθέδρας ἐκπέπτωκε καὶ τοῦ βίου <αὐ>τοῦ πάντῃ διαμαρτὼν ἀλᾶται ἀπ᾿ ἄλλης εἰς ἄλλην γῆν μετανιστάμενος, ὥσπερ ἐκ τούτου τὸ κακὸς εἶναι διαφευξόμενος. εἰ μὲν οὖν ἑτοίμως ὑπα­κούσειεν ὁ Φρουμέντιος εὐθύνας τῆς ὅλης καταστάσεως δώσων, δῆλος ἔσται παρὰ πάντων τῷ τῆς ἐκκλησίας νόμῳ καὶ τῇ κρατούσῃ πίστει κατ᾿ οὐδὲν διαφων­ῶν, κριθείς τε καὶ δοὺς πεῖραν ἑαυτοῦ τοῦ παντὸς βίου καὶ λόγον τούτου παρασχόμενος παρὰ τῶν τὰ τοιαῦτα κρινόντων, καὶ κατα­στήσεται παρ᾿ αὐτῶν, εἰ μέλλοι τῷ ὄντι κατὰ τὸ δίκαιον ἐπίσκοπος εἶναι δοκεῖν· εἰ δὲ ἀνα­βάλλοιτο καὶ φεύγοι τὴν κρίσιν, εὔδηλον δήπουθεν, ὅτι τοῖς ᾿Αθαινασίου τοῦ πονηροτάτου λόγοις ἠγμένος δυσσεβεῖ περὶ τὸ θεῖον, οὕτω προῃρημέ­νος, ὡς ἐκεῖνος ἀπεδείχθη πονηρὸς ὤν· καὶ δέος μὴ διαβὰς εἰς Αὔξουμιν διαφθείρῃ τοὺς παρ᾿ ὑμῖν, λόγους ἐναγεῖς καὶ δυσσεβεῖς παρεχόμε­νος, μὴ μόνον τὰς ἐκκλησίας συγχέων καὶ θορυβῶν καὶ βλασφημῶν εἰς τὸν κρείτ­τονα, ἀλλὰ καὶ τοῖς κατὰ τὸ ἔθνος ἐκ τούτων ἀνατροπὴν καὶ ἀνάστα­σιν παν­τελῆ προξενῶν. ἴσμεν δέ, ὅτι προσμαθών τι καὶ μέγα καὶ κοινὸν ὄφελος ἐκ τῆς τοῦ σεμνοτά­του Γεωργίου συνουσίας ἀπονάμενος καὶ τῶν λοιπῶν, ὅσοι παιδεύειν τὰ τοιαῦτα ἄκρως ἴσασι, τὴν αὐτὴν ἐπανήξει πάντα τὰ τῶν ἐκκλησι­α­στικῶν εἰς ἄκρον ἠκριβωκώς.

ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ τιμιώτατοι.

32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων, ἀφ᾿ ὧν οἱ ἀπαγγέλλοντες ὠδύρον­το, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέβεια συνορᾷ, ὅτι, εἰ ζητούμεθα ἵνα εὑρεθέντες παραπεμφθῶμεν πρὸς τοὺς ἐπάρχους, κώλυσίς ἐστι τοῦ μὴ παρὰ τὴν σὴν φιλανθρωπίαν ἐλθεῖν. καὶ εἰ οἱ μὴ θελήσαντες ὑπογράψαι καθ᾿ ἡμῶν τοιαῦτα καὶ τοσαῦτα πεπόνθασιν οἵ τε μὴ θέλοντες τῶν λαικῶν κοινωνεῖν τοῖς ᾿Αρειανοῖς ἐκελεύσθησαν ἀποθνῄσκ­ειν, οὐκ ἀμφίβολον, ὅτι πάντως ἐπινοηθήσονται παρὰ τῶν συκοφαντῶν καινό­τεροι καὶ μυρίοι θάνατοι κατ᾿ ἐμοῦ καὶ μετὰ θάνατον κινήσουσι λοιπὸν οἷς βούλονται καὶ ἃ βούλονται πράγματα οἱ ἐχθροὶ ψευδόμενοι καθ᾿ ἡμῶν μειζόν­ως, ὡς μηκέτι ἔχοντες τοὺς ἐλέγχοντας αὑτούς. οὐ γὰρ τὴν σὴν εὐσέβειαν δεδιὼς ἔφευγον - οἶδα γάρ σου τὴν ἀνεξικακίαν καὶ τὴν φιλανθρωπίαν -, ἀλλ᾿ ὁρῶν ἐκ τῶν γινομένων τὸν θυμὸν τῶν ἐχθρῶν καὶ λογιζόμενος, ὅτι φοβούμενοι μήποτε ἐλεγχθῶσιν, ἐφ᾿ οἷς ἔπραξαν παρὰ γνώμην τῆς σῆς καλοκἀγαθίας, πάν­τα πράξουσιν ὥστε καὶ ἀποκτεῖναι. ἰδοὺ γὰρ ἡ μὲν σὴ φιλανθρωπία μόνον ἔξω τῶν πόλεων καὶ τῆς ἐπαρχίας προσέταξεν ἐκβάλλεσθαι τοὺς ἐπισκόπους, οἱ δὲ θαυμαστοὶ πλέον τι τῆς σῆς προστάξεως τολμῶντες ὑπὲρ τρεῖς ἐπαρχίας εἰς ἐρήμους καὶ ἀήθεις καὶ φο­βεροὺς τόπους ἐξώρισαν γέροντας ἀνθρώπους καὶ πολυετεῖς ἐπισκόπους. οἱ μὲν γὰρ ἀπὸ τῆς Λιβύης εἰς τὴν μεγάλην ῎Οασιν, οἱ δὲ ἀπὸ τῆς Θηβαίδος εἰς τὴν ᾿Αμμωνιακὴν τῆς Λιβύης ἀπεστάλησαν. καὶ οὐ δεδιὼς πάλιν ἀποθανεῖν ἔφυ­γον - μὴ δειλίας μού τις αὐτῶν καταγινωσκέτω -, ἀλλ᾿ ὅτι καὶ τοῦ σωτῆρός ἐστι παράγγελμα, διωκομένους μὲν ἡμᾶς φεύγειν, ζητουμένους δὲ κρύπτεσθαι καὶ μὴ εἰς προῦπτον κίνδυνον ἑαυτοὺς ἐκδιδόναι μηδὲ φαινομένους πλέον ἐκκαίειν τὸν θυμὸν τῶν διωκόντων. ἴσον γάρ ἐστι τὸ φονεύειν ἑαυτὸν καὶ διδόναι πάλιν ἑαυτὸν τοῖς ἐχθροῖς εἰς τὸ φονεύειν. τὸ δὲ φεύγειν, ὡς παρήγγειλεν ὁ σωτήρ, γινώσκειν ἐστὶ τὸν καιρὸν καὶ ἀληθῶς κήδεσθαι τῶν διωκόντων, ἵνα μὴ καὶ μέχρις αἵματος φθάσαντες ὑπεύθυνοι γένωνται τῷ »μὴ φονεύσῃς«, εἰ καὶ τὰ μάλιστα καὶ <τοῦ>το παθεῖν ἡμᾶς οἱ διαβαλ­όντες βούλονται. ἃ γὰρ καὶ νῦν πάλιν πεποιή­κασι, δείκνυσιν αὐτῶν ταύτην εἶναι τὴν σπουδὴν καὶ μιαιφόνον τὴν προαίρεσιν. ἀκούσας δέ, εὖ οἶδ᾿ ὅτι, θεο­φιλέστατε Αὔγουστε, θαυμάσεις· καὶ γὰρ ἄξιον ἀλη­θῶς ἐκ­πλήξεως τὸ τόλμημα. ἡλίκον δ᾿ ἐστὶ τοῦτο, ἄκουσον ἐν βραχεῖ λόγῳ.

33῾Ο τοῦ θεοῦ υἱός, ὁ κύριος καὶ σωτὴρ ἡμῶν ᾿Ιησοῦς Χριστός, ἄνθρωπος γενό­μενος δι᾿ ἡμᾶς καὶ »καταργήσας τὸν θάνατον« »ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς« ἐχαρίσατο πρὸς τοῖς ἄλλοις πᾶσι καὶ εἰκόνα τῆς τῶν ἀγγέλων ἁγιότητος ἔχειν ἡμᾶς ἐπὶ γῆς τὴν παρθενίαν. τὰς γοῦν ταύτην ἐχούσας τὴν ἀρετὴν νύμφας τοῦ Χριστοῦ καλεῖν εἴωθεν ἡ καθολικὴ ἐκκλησία. ταύτας καὶ ῞Ελληνες ὁρῶντες ὡς ναὸν οὔσας τοῦ λόγου θαυμά­ζουσι· παρ᾿ οὐδενὶ γὰρ ἀληθῶς τοῦτο τὸ σεμν­ὸν καὶ οὐράνιον ἐπάγγελμα κατ­ορθοῦται ἢ παρὰ μόνοις ἡμῖν τοῖς Χριστιανοῖς. μάλιστα γὰρ καὶ τοῦτο μέγα τεκμήριόν ἐστι τοῦ παρ᾿ ἡμῖν εἶναι τὴν ὄντως καὶ ἀληθῆ θεοσέβειαν. ταύτας πρὸ τῶν ἄλλων καὶ ὁ τῆς μακαρίας μνήμης ὁ εὐσεβέστατός σου πατὴρ Κωνσταντῖνος ὁ Αὔγουσ­τος ἐτίμα, ταύτας καὶ ἡ σὴ εὐσέβεια γράφουσα πολλά­κις τιμίας καὶ ἁγίας ὠνό­μασεν. ἀλλὰ νῦν οἱ θαυμαστοὶ ᾿Αρειανοὶ οἱ καὶ ἡμᾶς διαβάλλοντες, δι᾿ οὓς καὶ πλεῖστοι τῶν ἐπισκόπων ἐπεβουλεύθησαν, ὑπουργοὺς ἔχοντες καὶ ὑπακούοντας αὐτοὺς τοὺς δικαστάς, ταύτας γυμνώσαντες ἐποίησαν ἐπὶ τῶν καλουμένων ἑρμη­ταρίων κρεμασθῆναι καὶ τοσοῦτον αὐτῶν τρίτον ἔξεσαν τὰς πλευράς, ὅσον οὐδὲ οἱ ἀλη­θῶς κακοῦργοι πώποτε πεπόνθασι. Πιλᾶ­τος μὲν οὖν καθηκεύων τοῖς τότε ᾿Ιουδαί­οις λόγχῃ μίαν πλευρὰν τοῦ σωτῆρος ἔνυξεν, οὗτοι δὲ καὶ τὴν μανίαν Πιλά­του νενικήκασιν, ὅτι μὴ μίαν ἀλλ᾿ ἀμφοτέ­ρας ἔξεσαν· τὰ γὰρ μέλη τῶν παρθένων ἐξαιρέτως ἴδια τοῦ σωτῆρός ἐστι. πάντες μὲν οὖν καὶ μόνον ἀπαγγελλόντων τινῶν φρίττουσιν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, μόνοι δὲ οὗτοι οὐ μόνον οὐκ ἐφοβήθησαν γυμνοῦντες καὶ ξέοντες ἄχραν­τα μέλη, ἃ μόνῳ τῷ σωτῆρι ἡμῶν τῷ Χριστῷ ἀνα­τεθείκασιν αἱ παρθένοι, ἀλλὰ καὶ τό γε χείριστον ὀνειδιζόμενοι παρὰ πάντων διὰ τὴν τοσαύτην ὠμότητα ἀντὶ τοῦ ἐρυθριᾷν προφασίζονται τοῦτο πρόσταγμα τῆς σῆς εὐσεβείας εἶναι. οὕτως εἰσὶ πρὸς πάντα τολμηροὶ καὶ τὴν προαίρεσιν πονηροί. οὐδὲ γὰρ οὐδὲ ἐν τοῖς γενομένοις διωγμοῖς τοιοῦτον ἠκούσθη πραχ­θέν. εἰ δὲ καὶ ἐγεγόνει ποτὲ τοιοῦτον, ἀλλ᾿ οὐκ ἔπρεπεν ἐπὶ σοῦ Χριστιανοῦ ὄντος οὔτε τὴν παρθενίαν τοσαύτην ὕβριν καὶ ἀτιμίαν παθεῖν οὔτε τούτους τὴν ἑαυτῶν ὠμότητα εἰς τὴν σὴν εὐσέβειαν ἐπιρρίπτειν· μόνοις γὰρ αἱρετικοῖς οἰκεῖον τὸ τοι­οῦτον κακὸν ἀσεβεῖν εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ πλημμελεῖν κατὰ τῶν ἁγίων αὐτοῦ παρθένων.

34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν ᾿Αρειανῶν οὐκ ἐσφά­λην ἄρα πεισθεὶς τῇ θείᾳ γραφῇ λεγούσῃ ἀλλ᾿ »ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως παρέλθῃ ἡ ὀργὴ κυρίου«. καὶ αὕτη γάρ μοι πάλιν πρόφασις γέγονε τῆς ἀναχωρήσεως, θεοφιλέστατε Αὔγουστε, καὶ οὐ παρῃτησάμην οὔτε εἰς τὴν ἔρημον ἀπελθεῖν οὔτε, εἰ ἀνάγκη γένοιτο, »διὰ σαργάνης ἀπὸ τείχους χαλασθῆ­ναι«. πάντα γὰρ ὑπέμεινα καὶ θηρίοις συνῴκησα καὶ ϝ ὑμᾶς περιελθεῖν ϝ ἐκδεχόμε­νος τούτων τῶν λόγων καιρὸν καὶ θαρρῶν, ὅτι οἱ μὲν διαβάλλοντες καταγνωσ­θήσον­ται, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται. ὦ μακάριε καὶ θεοφιλέστατε Αὔγουστε, τί ἐβούλου; ἐλθεῖν με φλεγμαινόντων καὶ ζητούντων ἀποκτεῖναι τῶν συκοφαντούν­των ἡμᾶς ἢ κατὰ τὸ γεγραμμένον ἀποκρυβῆναι μικρόν, ἵνα ἐν τῷ τοσούτῳ δια­στήματι οἱ μὲν συκοφάνται καταγνωσθῶσιν αἱρετικοί, ἡ δὲ σὴ φιλανθρωπία δειχ­θήσεται; τί δέ, ὦ βασιλεῦ; ἐβούλου με ὀφθῆναι τοῖς σοῖς δικασταῖς, ἵνα, εἰ καὶ σὺ μέχρι μόνης ἀπειλῆς ἔγραψας, ἐκεῖνοι μὴ νοοῦντες τὴν σὴν διάνοιαν, ἔχον­τες δὲ τοὺς ᾿Αρειανοὺς παροξύνοντας αὑτοὺς ἐκ τῶν σου γραμμάτων ἀπο­κτεί­νωσι καὶ εἰς σὲ τὸν φόνον ἀναθῶνται διὰ τὰ γράμματα; οὐκ ἔπρεπεν οὔτε ἐμὲ αὐτομολεῖν καὶ εἰς αἵματα ἐμαυτὸν ἐπιδιδόναι οὔτε σε φιλό­χριστον ὄντα βασιλέα ἐπὶ φόνοις Χριστιανῶν καὶ ταῦτα ἐπισκόπων ἐπιγράφ­εσθαι.

35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν; ναὶ οἶδα, ὅτι καὶ σὺ γινώσκων τὰς θείας γραφὰς ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο πράξαντα. ἰδοὺ γοῦν τῶν παροξυνόντων πεπαυμένων πέφηνεν ἡ σὴ θεο­σεβὴς ἀνεξικακία καὶ δέδεικται πᾶσιν, ὅτι μηδὲ τὴν ἀρχὴν ἐδίωκες σὺ τοὺς Χριστιανούς, ἀλλ᾿ ἐκεῖνοι ἦσαν οἱ τὰς ἐκκλησίας ἐρημώσαντες, ἵνα τὴν ἰδίαν ἀσέβειαν ἐπι­σπεί­ρωσι πανταχοῦ, δι᾿ ἣν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν φυγόντες, πάλαι ἂν ἐπεβουλεύ­θημεν παρ᾿ αὐτῶν. οἱ γὰρ τοιαύτας διαβολὰς εἰπεῖν κατ᾿ ἐμοῦ μὴ παραιτη­σάμενοι παρὰ τηλικούτῳ Αὐγούστῳ, οἱ τοιαῦτα κατ᾿ ἐπισκόπων καὶ παρθένων ἐπιχειρή­σαντες, εὔδηλον ὡς καὶ τὸν ἡμῶν θάνατον ἐθήρευον. ἀλλὰ χάρις τῷ κυρίῳ τῷ τὴν βασιλείαν σοι δεδωκότι· πάντες γὰρ ἐπιστώσαντο περί τε τῆς σῆς φιλανθρω­πίας καὶ τῆς ἐκείνων πονηρίας, ἧς ἕνεκα καὶ κατὰ τὴν ἀρχὴν ἔφυγον, ἵνα ταῦτα μὲν ἐγώ σοι προσφωνήσω, σὺ δὲ εὕρῃς, τίνα φιλανθρωπεύσῃ. παρακαλῶ τοίνυν, ἐπειδὴ καὶ γέγραπται· »ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργὴν« καὶ »δεκτοὶ βασιλεῖ λογισμοὶ δίκαιοι«, δεξάμενος καὶ ταύτην τὴν ἀπο­λογίαν ἀπόδος ταῖς πατρίσι καὶ ταῖς ἐκκλησίαις πάντας τοὺς ἐπισκόπους καὶ τοὺς ἄλλους κληρι­κούς, ἵνα τῶν μὲν διαβαλλόν­των ἡ πονηρία δειχθῇ, σὺ δὲ καὶ νῦν καὶ ἐν ἡμέρᾳ κρίσεως ἔχῃς παρρησίαν εἰπεῖν τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν καὶ παμβασι­λεῖ ᾿Ιησοῦ Χριστῷ· »οὐδένα τῶν σῶν ἀπώλεσα, ἀλλ᾿ οἱ μὲν ἐπιβουλεύσαντες πᾶ­σιν οὗτοί εἰσιν, ἐγὼ δὲ ἐπὶ μὲν τοῖς τετελευτηκόσι καὶ ταῖς ξεσθείσαις παρθένοις τοῖς τε ἄλλοις τοῖς κατὰ τῶν Χριστιανῶν γενομένοις ἠχθέσθην, τοὺς δὲ ἐξορισθέν­τας ἐπανήγαγον καὶ ἀποδέ­δωκα ταῖς ἰδίαις ἐκκλησίαις.«

Rechtliches

<a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/"><img alt="Creative Commons Lizenzvertrag" style="border-width:0" src="88x31.png" ></a><br /><span xmlns:dct="http://purl.org/dc/terms" href="http://purl.org/dc/dcmitype/Text" property="dct:title" rel="dct:type">Apologia ad Constantium (Lesetext)</span> von <span xmlns:cc="http://creativecommons.org/ns#" property="cc:attributionName">H.C. Brennecke/U. Heil/A. v. Stockhausen</span> steht unter einer <a rel="license" href="http://creativecommons.org/licenses/by-nc/3.0/de/">Creative Commons Namensnennung-Nicht-kommerziell 3.0 Deutschland Lizenz</a>.<br >Beruht auf einem Inhalt unter <a xmlns:dct="http://purl.org/dc/terms" href="http://www.degruyter.com/view/product/61514" rel="dct:source">http://www.degruyter.com/view/product/61514</a>.

zurück

Zuletzt geändert: 2015-04-07 Di 19:07 von annette.von.stockhausen@fau.de

Sitemap